13. Ὁκόσοισι δ’ ἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ
14. ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται, παρατεινόμενον
15. παρὰ τὸ ἕτερον εἰκότως· οὐ γὰρ ἐπ’ ὀστέον
16. ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε εἴσω
17. ἐξέπιπτεν, ἀλλὰ παρ’ ὀστέον παρεγκεκλιμένην τὴν φύσιν
18. ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ, διὰ
1. τοῦτο μὲν βραχύτερον φαίνεται. ἔσωθεν δὲ ὁ μηρὸς παρὰ
2. τὴν πληχάδα καλεομένην κυλλότερος καὶ ἀσαρκότερος γίνεται,
3. ἔξωθεν δὲ ὁ γλουτὸς κυρτότερος, ἅτε ἐς τὸ ἔξω
4. τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυΐας· ἀτὰρ καὶ ἀνωτέρω
5. φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα
6. τῇ τοῦ μηροῦ κεφαλῇ, τὸ δὲ παρὰ τὸ γόνυ τοῦ
7. μηροῦ ἄκρον εἴσω ῥέπον φαίνεται καὶ ἡ κνήμη καὶ ὁ πούς.
9. Περὶ τῆς δευτέρας διαφορᾶς τῶν εἰς τὸ ἰσχίον ἐξαρθρήσεων
10. ὁ λόγος αὐτῷ νῦν ἐστι, τὰ φαινόμενα νοσήματα
11. διηγουμένῳ καὶ τὰς αἰτίας αὐτῶν προστιθέντι, καθάπερ
12. ἐπὶ τῶν πασῶν ἐποίησεν ἐμπειρικῆς διδασκαλίας οὔτε ἀπολιπών
13. τι. σαφὴς δὲ καὶ οὗτος ὁ λόγος ἐστὶ σύμπας.