6. Οἷσι μὲν οὖν τετελειωμένοισιν ἤδη ἐκπεσὸν τὸ ἄρθρον
7. μὴ ἐμπέσῃ, τούτοισι βραχύτερον μὲν φαίνεται τὸ
8. σύμπαν σκέλος, ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ
9. δύνανται καθικνέεσθαι ἐπὶ τῆς γῆς, τῷ δὲ στήθει τοῦ
10. ποδὸς βαίνουσι ἐπὶ τὴν γῆν. ὀλίγον δὲ εἰς τὸ ἔσω μέρος
11. ῥέπουσι τοῖσι δακτύλοισιν ἄκροισιν. ὀχέειν δὲ δύναται
12. τὸ σῶμα τὸ σιναρὸν σκέλος τούτοισι πολλῷ μᾶλλον ἢ
13. οἷσιν ἂν ἐς τὸ ἔσω μέρος ἐκπεπτώκῃ, ἅμα μὲν ὅτι ἡ κεφαλὴ
14. τοῦ μηροῦ καὶ ὁ αὐχὴν τοῦ ἄρθρου πλάγιος φύσει
15. πεφυκὼς ὑπὸ συχνῷ μέρει τοῦ ἰσχίου τὴν ὑπόστασιν πεποίηται,
16. ἅμα δὲ ἄκρος ὁ ποὺς οὐκ ἐς τὸ ἔξω μέρος
17. ἀναγκάζεται ἐγκεκλεῖσθαι, ἀλλ’ ἐγγύς ἐστι τῆς ἰθυωρίης
18. τῆς κατὰ τὸ σῶμα καὶ τείνει καὶ ἐσωτέρω.
1. Στῆθος ποδὸς εἴρηκε τὸ καλούμενον ἐπὶ τῶν
2. ἀνατομικῶν πεδίον, ἔστι δὲ τοῦτο πρὸ τῆς τῶν δακτύλων
3. ἀρχῆς, ἐπὶ γὰρ τῶν κατὰ φύσιν ἐσχηματισμένων ποδῶν τὸ
4. μέσον κοῖλόν ἐστιν, ὀπίσω μὲν ὁριζόμενον τῷ τῆς πτέρνης
5. πέρατι, κατὰ δὲ τὰ πρόσω τῇ ἀρχῇ τοῦ πεδίου, ὥστε ἐπὶ
6. μέν τι τῆς γῆς στηρίζεσθαι τὸν πόδα διά τε τῆς πτέρνης
7. καὶ τοῦ πεδίου καὶ τῶν ποδῶν καὶ τῆς ἐν τῷ πέρατι τῶν
8. δακτύλων ὑποκάτω σαρκὸς μετέωρον εἶναι, τὸ δ’ ἄλλο πᾶν
9. τοῦ ποδὸς ὅσον ἐν τῷ μεταξὺ τῶν εἰρημένων μορίων ἐστὶ,
10. πλὴν κατὰ τὸ ἔξω τοῦ ποδός ἐστιν· ἐνταῦθα γὰρ ὅλος ἐπὶ
11. γῆς στηρίζεται. μοχθηρῶς δ’ ἐνίοις διαπέπλασται τὰ κατὰ
12. τοὺς πόδας οὓς ὀνομάζουσι λειόποδας οὐκ ἔχοντας τὸ μέσον
13. αὐτῶν ἔνδοθεν ὑψηλόν· ἀλλὰ τούτοις μὲν οὐκ ἄλλως διαπεπλασμένους,
14. ὥσπερ καὶ τοὺς βλαισοὺς, ἐν τῷ νῦν λόγῳ
15. κατέλιπε. παρακολούθησον δὲ τοῖς ἐφεξῆς εἰρημένοις ἐξετάζων
16. τὸν λόγον ἐπὶ τῶν κατὰ φύσιν ἐσχηματισμένων. οὗτοι
17. γὰρ ἐπειδὰν μὲν μετρίως προβαίνουσιν, ἐρείδουσι κατὰ τῆς
18. γῆς ὅλην τε τὴν πτέρναν καὶ τὸ πεδίον καὶ τὰ σαρκώδη
1. τῶν σκελῶν. εἰ μέντοι μέγιστον διαβαίνειν ἐπιχειρήσειεν,
2. ἐρείδουσι μὲν ἐν ἀρχῇ τὴν πτέρναν, ὕστερον δ’ ὅταν ἤδη
3. μεταφέρωσι πρὸς τὸ ἕτερον σκέλος, τηνικαῦτα καὶ τῷ πεδίῳ
4. στηρίζονται καὶ τελευτῶντες ὅταν ὁμοίως ἐπὶ πλεῖστον προβαίνοντες
5. θατέρῳ, κατὰ γῆς ἄρχονται τὴν πτέρναν ἐρείδειν,
6. τότε καὶ τοῦ πρότερον ἐστηριγμένου ποδὸς ἐπαίρουσι μὲν
7. τὴν πτέρναν, ἐρείδουσι δὲ κατὰ τῆς γῆς ἄκρους τοὺς δακτύλους.
8. αὕτη μὲν ἡ τῶν κατὰ φύσιν ἐχόντων ὁδοιπορία· τῶν
9. δ’ ἐκ πάθους τινὸς ἤτοι μακρότερον ἐχόντων τὸ σκέλος αἰτία
10. μὲν ἑκατέρων διττὴ, τῶν μὲν προτέρων ὑγρότης πολλὴ
11. τοῦ νευρώδους γέγονεν ἢ ἐξαρθρήματος εἶδος, ὅσον καὶ νῦν
12. πρόκειται. τρόπος δὲ βαδίσεως τῶν μὲν προτέρων οἷος
13. ὀλίγον ἔμπροσθεν εἴρηται, τῶν δὲ δευτέρων ὁποῖον νῦν διηγεῖται.
14. πρῶτον μὲν διδάξας ὅτι τὴν κεφαλὴν τοῦ μηροῦ
15. σαρκῶδες ὑποδέχεται χωρίον, οὐχ ὥσπερ ἐπὶ τῆς ἑτέρας ἐκπτώσεως
16. ὀστοῦ. ἥκει τοιγαροῦν αὕτη τὸ σαρκῶδες τοῦτο
17. καὶ τῶν μυῶν ἐπὶ τὴν ἰδίαν ἑκάστου κεφαλὴν ἀνασπωμένων
18. συνανασπᾶσθαι συμβαίνει τὸν ὅλον μηρόν. εἰκότως οὖν
1. ἔλαττόν σοι φαίνεται θατέρου τὸ σκέλος καὶ τῆς γῆς οὐκέθ’
2. ὁμοίως δύναται ψαύειν, ὡς ὅτ’ εἶχε κατὰ φύσιν. ὅταν οὖν
3. ἀναγκάζωνται βαδίζειν οἱ οὕτω παθόντες, ἐναντίως σχηματίζουσι
4. τὸν πόδα τοῖς ἔμπροσθεν εἰρημένοις, ὧν μακρότερον
5. ἐφαίνετο τοῦ κατὰ φύσιν ἔχοντος σκέλος τὸ πεπονθός.
6. ἐκεῖνοι μὲν γὰρ τῇ κατὰ τὸν ἀστράγαλον διαρθρώσει τὸν
7. πόδα σιμοῦντες εἰς ὕψος ἀνέτειναν τοὺς δακτύλους, οὗτοι δ’
8. ἔμπαλιν ἐπινεύουσί τε καὶ κατακάμπτουσιν ἐπὶ τὴν γῆν τὸν
9. πόδα καὶ διὰ τῶν δακτύλων ἄκρων αὐτῆς ἐπιψαῦσαι ποθοῦντες·
10. διὰ τοῦτο δὲ καὶ ταπεινοῦσιν ἑαυτοὺς κατὰ τὸ
11. πεπονθὸς ἰσχίον, ὅπως ἐρείσωνται κατὰ τῆς γῆς οὐ μόνον
12. ἄκρους τοὺς δακτύλους, ἀλλὰ καὶ ἐπὶ πλέον αὐτῶν, ὥσπερ
13. ἔφην ὀνομάζεσθαι πεδίον ὑπὸ τῶν ἀνατομικῶν. Ἱπποκράτης
14. δὲ αὐτὸ στῆθος ἐκάλεσεν, εἰ καὶ τὴν πτέρναν ἐπὶ τῆς
15. γῆς ἠθέλησεν ἑδράσαι, πάνυ χρὴ ταπεινοὺς αὐτοὺς γενέσθαι
16. κατὰ τὸ πεπονθὸς ἰσχίον, ὡς κινδυνεῦσαι καταπεσεῖν, ἑτεροκλινεῖς
17. ἀπεργασθέντας. οὗτοι τοίνυν οὐδ’ ἐπιχειροῦσι
18. διὰ τοῦτ’ αὐτὸ χρῆσθαι τῇ πτέρνῃ.