Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.93, ed. Kühn, 1829, vol. 18a, p. 616-618. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.93


2. Ὅταν μὲν οὖν τρίβον λάβῃ τὸ ἄρθρον, ἐν τῇ σαρκὶ εἰς
3. ἣν ἐξεκλείσθη, ἡ δὲ σὰρξ γλισχρανθῇ, ἀνώδυνον τῷ χρόνῳ
4. γίνεται. ὅταν δὲ ἀνώδυνον γένηται, δύνανται μὲν ὁδοιπορέειν
5. ἄνευ ξύλου· ἢν ἄλλως βούλωνται, δύναται δὲ
6. ὀχέειν τὸ σῶμα ἐπὶ τὸ σιναρὸν σκέλος. δι’ οὖν τὴν χρῆσιν
7. ἧσσον τοῖσι τοιούτοισιν ἐκθηλύνονται αἱ σάρκες ἢ
8. οἷσιν ὀλίγον πρόσθεν εἴρηται. ἐκθηλύνονται δὲ ἢ πλεῖον
9. ἢ ἔλασσον. μᾶλλον δ’ ἔτι ἐκθηλύνονται κατὰ τὸ εἴσω
10. μέρος ἢ κατὰ τὸ ἔξω ὡς ἐπὶ τὸ πολύ. τὸ μέντοι ὑπόδημα
11. μετεξέτεροι τούτων ὑποδέεσθαι οὐ δύνανται διὰ τὴν
12. ἀκαμπίην τοῦ σκέλεος, οἱ δέ τινες καὶ δύνανται. οἷσι δὲ
13. ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον ἢ ἔτι
14. ἐν αὐξήσει ἐοῦσι βίῃ ἐκπεσὸν ἤδη μὴ διεμπέσῃ ἢ καὶ
15. ὑπὸ νόσου ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον καὶ ἐκπαλήσῃ,
16. πολλὰ γὰρ τοιαῦτα γίνεται· καὶ ἐνίων μὲν τῶν τοιούτων,
17. ἢν ἐπισφακελίσῃ ὁ μηρὸς, ἐκπυήματα χρόνια καὶ ἔμμοτα
18. γίνεται καὶ ὀστέων ψιλώσιες ἐνίοισιν. ὁμοίως δὲ καὶ οἷσιν
19. ἐπισφακελίζει καὶ οἷσι μὴ ἐπισφακελίζει τοῦ μηροῦ
1. τὸ ὀστέον πολλῷ βραχύτερον γίνεται καὶ οὐκ ἐθέλει ξυναύξεσθαι,
2. ὥσπερ τοῦ ὑγιέος. τὰ μέντοι τῆς κνήμης βραχύτερα
3. μὲν γίνεται ἢ τὰ τῆς ἑτέρης, ὀλίγῳ δὲ διὰ τὰς
4. αὐτὰς προφάσιας αἳ καὶ πρόσθεν εἴρηνται ὁδοιπορέειν
5. τε δύνανται οἱ τοιοῦτοι. οἱ μέν τινες αὐτῶν τοῦτον
6. τὸν τρόπον, ὥσπερ τοῖς τετελειωμένοισιν ἐξέπεσε καὶ
7. μὴ ἐνέπεσεν, οἱ δὲ καὶ βαίνουσι μὲν παντὶ τῷ ποδί.

9. Κατὰ μεταφορὰν εἴρηκε τρίβον ἀπὸ τῶν τετριμμένων
10. χωρίων ὑπὸ τῶν ὁδοιπορούντων. ἔστι δὲ ὁ λόγος αὐτοῦ
11. οὗτος· ἡ κεφαλὴ τοῦ μηροῦ τῆς οἰκείας χώρας μεταστᾶσα
12. ἐν τοῖς ἔξω μέρεσι τῆς διαρθρώσεως ἐν σαρκὶ στηρίζεται.
13. κατ’ ἀρχὰς μὲν οὖν οἱ οὕτω παθόντες ὀδυνῶνται τὴν θλιβομένην
14. ὑπ’ αὐτοῦ σάρκα, τῷ χρόνῳ δὲ τυλοῦται καθάπερ
15. αἱ τῶν σκαπτόντων χεῖρες. ὅταν δὲ τοῦτο γένηται, παραπλησίον
16. τῇ διαρθρώσει κατασκευάζεται χρωμένου τῇ γεγενημένῃ
17. τρίβῳ καθάπερ ἔμπροσθεν ἐχρῆτο τῇ κοτύλῃ τοῦ
18. ἰσχίου· τά τε γὰρ ἄλλα καὶ ὑγρότης τις αὕτη γίγνεται,
1. κατ’ ἀρχὰς μὲν διὰ τὴν φλεγμονὴν ἀθροιζομένη πλείων, ἐν
2. δὲ τῷ χρόνῳ τοῦ λεπτοτέρου τε καὶ ὑδατώδους ἐν αὐτῇ
3. διατμηθέντος ὑπὸ τῶν συμπιπτόντων ἐπιτιθεμένων ἔξωθεν
4. φαρμάκων καταλειπομένου τε τοῦ γλίσχρου τε καὶ μυξώδους
5. ὃ πρὸς τὴν κίνησιν τῇ κεφαλῇ τοῦ μηροῦ συμφορώτατόν
6. ἐστι. καὶ διὰ ταύτην οὖν τὴν ὑγρότητα καθάπερ ἄρθρῳ
7. χρῶνται τῇ τρίβῳ, μᾶλλον δὲ ἐπικλίνονται κατὰ τὸ ἔξω μέρος
8. ἢ κατὰ τὸ ἔσω· εἴρηται δὲ καὶ πρόσθεν ὡς καὶ τἀναντία
9. μέρη τῶν ὑποδεξαμένων τὸ ἐκπεπτωκὸς ἄρθρον ἀτροφώτερά
10. τε καὶ μαλακώτερα γίνεται κατὰ τὸ μᾶλλον ἀργεῖν.
11. ἐν οἷς δ’ ἂν μᾶλλον στηριχθῇ τὸ ἐκπεπτωκὸς καὶ παρὰ φύσιν·
12. ὅμως γοῦν γίνονταί τινες κινήσεις ὅθεν ἀπεχώρησε.
13. πρῶτον μὲν οὖν γίγνονται, κατὰ συμβεβηκὸς δέ τινες βραχεῖαι
14. ἕπονται τοῖς πρώτοις κινουμένοις θηλυνομένων τῶν
15. μορίων ἐν τοῖς νῦν, τουτέστι τὸ μαρτύριον ὃ ἐν τοῖς ἐφεξῆς
16. λόγοις ἐρεῖν ἐπηγγείλατο, περὶ τῶν μᾶλλον ἢ ἧττον
17. ἀτροφούντων τε καὶ καταλεπτυνομένων μερῶν.

Cliquer un n° de page pour en afficher l’image