Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.94, ed. Kühn, 1829, vol. 18a, p. 619-621. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.94


2. Διαῤῥέπουσι δὲ ἐν τῇσιν ὁδοιπορίῃσιν ἀναγκαζόμενοι
3. διὰ τὴν βραχύτητα τοῦ σκέλεος. ταῦτα δὲ τοιαῦτα
4. γίνεται, ἢν ἐπιμελῶς μὲν παιδαγωγηθῶσιν ἐν τοῖσι σχήμασι
5. καὶ ὀρθῶς ἐν οἷσι δεῖ πρὶν κρατηθῆναι ἐς τὴν
6. ὁδοιπορίην, ἐπιμελῶς δὲ καὶ ὀρθῶς ἐπὴν κρατηθῶσιν.
7. πλείστης δὲ ἐπιμελείης δέονται οἷσιν ἂν νηπιωτάτοισιν
8. ἐοῦσιν αὕτη ἡ ξυμφορὴ γένηται· ἢν γὰρ ἀμεληθῶσι νήπιοι
9. ἔοντες ἀχρήϊον παντάπασιν καὶ ἀναυξὲς ὅλον τὸ
10. σκέλος γίνεται, αἵ τε σάρκες τοῦ ξύμπαντος σκέλεος μινύθουσι
11. μᾶλλον ἢ τοῦ ὑγιέος. πάνυ μὴν πολλῷ ἧσσον
12. τούτοισι μινύθουσιν ἢ οἷσιν ἂν εἴσω ἐκπεπτώκῃ διὰ τὴν
13. χρῆσιν καὶ τὴν ταλαιπωρίην. οἷον εὐθέως δύνασθαι
14. χρέεσθαι τῷ σκέλεϊ, ὡς καὶ πρόσθεν ὀλίγον ἐπὶ τῶν γαλιαγκώνων
15. εἴρηται. εἰσὶ δέ τινες ὧν τοῖσι μὲν ἐκ γενεῆς
16. αὐτίκα, τοῖσι δὲ καὶ ὑπὸ νόσου ἀμφοτέρων τῶν σκέλεων
17. ἐξέστη τὰ ἄρθρα ἐς τὸ ἔξω μέρος. τούτοισιν οὖν
1. τὰ μὲν ὀστέα ταὐτὰ παθήματα πάσχει· αἱ μέντοι σάρκες
2. ἥκιστα ἐκθηλύνονται, ἄσαρκα δὲ καὶ τὰ σκέλεα γίνονται,
3. πλὴν εἴ τι ἄρα κατὰ τὸ εἴσω μέρος ἐκλείποι ὀλίγον. διὰ
4. τοῦτο δὲ εὔσαρκά ἐστιν, ὅτι ἀμφοτέροισι τοῖσι σκέλεσιν
5. ὁμοίως ἡ χρῆσις γίνεται.

7. Ὁποῖόν τι σημαίνει τὸ διαῤῥέπουσιν εἴρηται μὲν μοι
8. καὶ πρόσθεν· εἰρήσεται δ’ οὐδὲν ἧττον ἔτι καὶ νῦν, ὅτι
9. γὰρ ἐξήρθρησεν ὁ μηρὸς εἰς τὴν ἕσω χώραν ἀνασπώμενος
10. ὑπὸ τῶν ταύτῃ μυῶν, ὡς ὀλίγον ἔμπροσθεν ἐλέχθη, τὸ
11. συνεχὲς σκέλος αὐτῷ ὅλον ὑψηλότερον ἐργάζεται καὶ διὰ
12. τοῦτο μόγις ἁπτόμενος γῆς ἐῤῥήθη διὰ ταύτην τὴν αἰτίαν
13. ἀναγκάζονται τῷ στήθει μόνῳ τοῦ ποδὸς χρῆσθαι κατὰ
14. τῆς γῆς ἐπιβαίνοντες ἅμα τῷ καὶ συνεπινεύειν ὅλῳ τῷ σώματι
15. πρὸς τὸ πεπονθὸς σκέλος, ὅταν ἐπ’ αὐτοῦ στηρίζωνται.
16. ἀναγκαῖον οὖν ἐστιν, ἐπειδὰν θατέρου τοῦ ὑγιοῦς ἐργάζεσθαι
1. δεηθῶσιν ἐν τῷ μεταφέρειν ἕσω τὸ πεπονθὸς ἐπ’
2. ἐκεῖνο πάλον αὐτοὺς ῥέπειν ὀρθούμενον τοῦ μηροῦ, ὥστε
3. κατὰ τὴν ὁδοιπορίαν ἀμείβειν ἀεὶ καὶ μεταβάλλειν εἰς ἄλληλα
4. τὰ δύο σχήματα. καθ’ ὃν μὲν χρόνον ἔτι κατὰ φύσιν ἔχοντες
5. σκέλη στηρίζοντές τε καὶ ὀρθοῦντες τὸ σῶμα μετεωρίζονταί
6. τε ἅμα καὶ ὁδοιποροῦσι. καθ’ ὃν δ’ αὖ πάλιν ἐπὶ
7. τοῦ πεπονθότος καμπτόμενοι ἐν τῇ κατ’ ἐκεῖνο τὸ μέρος.
8. ὑψηλὸν οὖν εἰς τὸ μεταβάλλειν τὸ σῶμα ποτὲ μὲν ἐξ ὀρθοῦ
9. καὶ ἀκλινοῦς ἐπὶ τὸ πεπονθός τε καὶ κεκαμμένον, αὖθις
10. δὲ ἀπὸ τοῦ πεπονθότος καὶ κεκαμμένου πρὸς ὑψηλόν
11. τε καὶ ὀρθὸν ὠνόμασε διαῤῥέπειν ἑνὶ ῥήματι τὴν εἰρημένην
12. μεταβολὴν τῶν σχημάτων ἐνδειξάμενος.

Cliquer un n° de page pour en afficher l’image