2. Ἢν δὲ μὴ ἐπισφακελίσῃ αὐτοῖσι τὰ ὀστέα μηδὲ κυφοὶ ἀνωτέρω
3. τῶν ἰσχίων γένωνται· ἐνίους γὰρ καὶ τὰ τοιαῦτα
4. καταλαμβάνει· ἢν οὖν μὴ τοιοῦτόν τι γένηται, ἱκανῶς
5. ὑγιηροὶ τἄλλα διαφέρονται.
7. Κατὰ συμπάθειαν δῆλον ὅτι οὕτω τῶν ἐξαρθρήσεων
8. τῶν σκελῶν ἔνιαι κυφοῦνται, φλεγμονῆς μὲν τὸ πρῶτον ἐν
9. τοῖς συνδέσμοις τῶν σφονδύλων γενομένης, ὕστερον δὲ καὶ
10. σκιῤῥώδους τινὸς ἀπολειφθέντος λειψάνου. φαίνεται γὰρ
11. καὶ ἐπὶ τῶν ἐκτὸς τοῦτο γιγνόμενον ἐν ἰγνύϊ τε καὶ τῇ κατ’
12. ἀγκῶνα διαρθρώσει κἀπὶ τῶν δακτύλων οὐκ ὀλίγον, ὅπερ
13. ὀνομάζουσιν ἀγκύλην. καὶ πρόδηλός ἐστιν ἐν ταῖς τοιαύταις
14. διαθέσεσιν ἡ ἀγκύλη γινομένη διὰ τὸν σκίῤῥον, οὐχ ἑπομένου
15. τοῦ τένοντος τοῖς ἐκτείνουσι τὸ μόριον μυσὶν, ὥσπερ
16. οὐδ’ ὅταν τις τῶν ἐκτεινόντων σκιῤῥωθῇ. τοῖς κάμπτουσιν
17. ἑπομένου τὸ καλούμενον ὀρθόκωλον σχῆμα περὶ τὴν οὕτω
18. πεπονθυῖαν ἀποτελεῖται διάρθρωσιν. δύναται μὲν οὖν καὶ
1. διὰ τοιοῦτόν τινα σκίῤῥον ἡ ῥάχις διαστραφῆναι, δύναται
2. δὲ καὶ τῷ λόγῳ τῆς συμπαθείας φύματος ἀπέπτου καὶ κακοῦ
3. γενέσθαι στέγνωσις ἐπ’ αὐτῆς. ὅπως δὲ ἕπεται ταῖς
4. τοιαύταις διαθέσεσιν ἡ διαστροφὴ τῆς ῥάχεως, ἔμπροσθεν
5. εἴρηται κατὰ τὸν ἴδιον ὑπὲρ αὐτῆς λόγον.