8. Ἀναυξέστεροι μέντοι τὸ πᾶν σῶμα οὗτοι γίνονται
9. πλὴν τῆς κεφαλῆς.
11. Ἢν ἔξω τὸ κατ’ ἰσχίον ἄρθρον ἐκπέσῃ, βέλτιον μὲν
12. βαδίζουσιν οἱ τοιοῦτοι τῶν ἔσω τὴν μετάστασιν τοῦ ἄρθρου
13. ἐχόντων, ὅταν ἐκφύγωσι τοὺς ἐκ τῆς φλεγμονῆς τε
14. καὶ συμπαθείας τῶν ἐπικαίρων μορίων κινδύνους, αὐτὰ δὲ
15. ταῦτα μᾶλλον ἐκείνων πάσχουσιν· ἡ μὲν γὰρ εἰς τὴν ἔσω
16. χώραν μετάστασις τοῦ ἄρθρου· κἀκ τούτου οὖν ἐπίβασιν
17. ἔχει, μήτε θλιβόμενος διὰ τὴν σκληρότητα μήτε καὶ τούτου
18. αὐτῷ συμβαίνεσθαι δυναμένου. τὸ δ’ ἔξω τοῦ μηροῦ
1. χωρίον, ὅτι ὑπὸ μεγίστων μυῶν κατειλημμένον εἰς ὀδύνην
2. ἰσχυρὰν ἀφίκωνται. καὶ γὰρ θλίβονται πρὸς τοῦ μεταστάντος
3. εἰς αὐτοὺς ὀστοῦ καὶ θλῶνται καὶ περιτείνονται τῷ παρὰ
4. φύσιν ὄγκῳ τῆς τοῦ μηροῦ κεφαλῆς, αἰσθάνονται τούτων
5. ἁπάντων ὡς πάσχουσι καὶ διὰ τοῦτο ὀδυνῶνται. διά τε
6. οὖν τὴν θλάσιν καὶ τὴν θλίψιν τὴν γινομένην φλεγμοναῖς
7. ἐν τοῖς ὑποδεξαμένοις τὸ ἄρθρον μυσὶν, εἰς συμπάθειαν
8. ἔρχονται τὰ ὑποκείμενα μόρια τά τε ἄλλα καὶ τὰ κατὰ τὴν
9. ῥάχιν. ἢν δ’ ἅπαξ οὖν νοσήσῃ ταῦτα, καθάπερ ὁ μηρὸς,
10. οὕτω καὶ ταῦτα γίνεται τοῖς τε ἐν αὐξήσει σώμασι παθοῦσι
11. τὸ τοιοῦτον πάθος, ἀναυξέστερά τε καὶ μικρότερα καὶ πάντα
12. φαυλότερα. μεμνῆσθαι γάρ σε χρὴ καὶ τοιούτου διὰ παντὸς
13. ἤδη πολλάκις εἰρημένου καὶ τοιούτου μαρτυροῦντος τοῖς
14. ὀλίγον ἔμπροσθεν, ὡς τοῖς μὲν αὐξήσει παθοῦσιν, οὕτως ἐνδεέστερον
15. αὔξεται τὰ μόρια, τοῖς δὲ τελειωμένοις ἀτροφώτερα
16. γίνεται καὶ μαλακώτερα, τῆς ῥάχεως δὲ ἀναυξεστέρας
17. γενομένης ἀκόλουθόν ἐστι καὶ τὸ σύμπαν σῶμα τοῖς οὕτω
18. παθοῦσιν ἔλαττον γίνεσθαι. κάτω μὲν γὰρ τὰ σκέλη συμπάσχει,
19. τὸ δὲ ἄνω τῶν σκελῶν ἄχρι τῆς κεφαλῆς ἡ ῥάχις
1. ἐστίν. ὅταν οὖν αὕτη τε μικροτέρα γένηται καὶ σύμπαν τὸ
2. σκέλος, εἰκότως ἐπὶ τῶν τοιούτων ἐρεῖ, πλὴν τῆς κεφαλῆς,
3. ἀναυξεστέρους τοὺς ἀνθρώπους γεγονέναι τὸ πᾶν σῶμα.