Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.98, ed. Kühn, 1829, vol. 18a, p. 626-630. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.98


6. Ὅσοισι δ’ ἂν εἰς τοὔπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσοι,
7. ὀλίγοισι δὲ ἐκπίπτει, οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ
8. σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν οὔτε τι κάρτα
9. κατὰ τὴν ἰγνύην, ἀλλ’ ἥκιστα τῶν ἐκ παλαιῶν, οὗτοι
10. μᾶλλον ἐκταννύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα καὶ τὸ
11. κατὰ τὴν ἰγνύην ἄρθρον.

13. Ὀλίγοις μὲν διαρθρεῖ τὸν νῦν προκείμενον τρόπον ἡ
14. κεφαλὴ τοῦ μηροῦ δι’ ἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, ὅτι τὸ
15. βάθος τῆς κοτύλης ἄνισόν ἐστιν. ἔνθα μὲν οὖν βραχύτερον
16. μᾶλλον ἐκπίπτει καὶ διὰ τοῦτ’ ἔσω μᾶλλον,
17. ἔνθα δὲ ὑψηλότερον, ὀλίγοις, ἐνταῦθα δὲ ἐξανίσταται τοῦτο
18. σπανίως ὀπίσω. συμβαίνει δὲ ἐν τούτῳ τῷ τρόπῳ τῆς
1. ἐξαρθρήσεως κατὰ μὲν τὸν βουβῶνα μηδ’ ὅλως ἐκτείνεσθαι
2. τῷ σκέλει, κατὰ δὲ τὸ γόνυ μὴ τελέως. αἰτία δ’ ἑκατέρου
3. τῶν μυῶν ἡ θέσις, ἣν ἅπασαν ἀκριβῶς τὴν φύσιν ἔν τε τῇ
4. τῶν μυῶν ἀνατομῇ κἀν τῷ δευτέρῳ τῶν ἀνατομικῶν ἐγχειρήσεων
5. ἔχετε γεγραμμένην, ὑπομνήσεως δ’ ἕνεκα ὧν ἐθεάσασθε
6. πολλάκις ἀνατεμνομένου πιθήκου, διότι τὰ πολλὰ τὸ
7. ζῶον τοῦτο παραπλησίως ἀνθρώπῳ παρεσκεύασται. πρῶτον
8. οὖν ἀναμνήσθητε νῦν ἐκ τῆς ψόας εἰς τὸν μικρὸν ἥκοντα
9. τροχαντῆρα, δεύτερον δὲ ἐκ τοῦ τῆς ἥβης ὀστοῦ συνεχῆ.
10. τὸ δὲ κατὰ φύσιν εἰς τὸν αὐτὸν τροχαντῆρα ποιούμενον
11. οὕτω μεταστήσεις ὀπίσω τῆς κεφαλῆς τείνονται βιαίως,
12. ἐκεῖσε περιελιττόμενοι καὶ περικλώμενοι τῇ κοτύλῃ καὶ εἰ
13. ἐπιχειρήσειεν ὁ οὕτω πεπονθὼς ἄνθρωπος ἐκτείνειν τοῦτο
14. τὸ ἄρθρον, δεήσει τὸν μηρὸν ὅλον ἑλιχθῆναι πρὸς τοὐπίσω,
15. μειζόνως πονήσουσιν οἱ προειρημένοι δύο μύες ἐπὶ πλεῖστον
16. ἑλκόμενοί τε καὶ τεινόμενοι καὶ ὅτι μείζονες εἴπερ ἦσαν,
17. ἀνώδυνοι πλείονα τάσιν ἀνέχουσιν. εἰ δ’ ἡδύναται πρᾶξαι
18. τοῦτο διὰ τὴν κεφαλὴν τοῦ μηροῦ τῆς κοτύλης ἐκπεσοῦσαν
1. ἐκ τῶν ὀπίσω μερῶν τοῦ περιέχοντος αὐτὴν ὀστοῦ τετάχθαι.
2. εἴπερ οὖν ἔμελλε τὸ κατὰ γόνυ πέρας τοῦ μηροῦ καμψάντων
3. τελέως τὸν βουβῶνα μετέωρον ἱκανῶς ἔσεσθαι τὴν κεφαλὴν
4. τοῦ ἰσχίου πρὸς τὴν ἔσω χώραν ἀναγκαῖον ἦν, ὅπερ
5. οὐκ ἐνδέχεται γενέσθαι χωρὶς τοῦ διασπασθῆναι τὸν ὑποδεξάμενον
6. αὐτὴν μῦν, ὃν ἔξεστιν ἐν τῇ διαρθρώσει, ἣν εἶχε
7. κατὰ φύσιν, οὔθ’ ἕτερον ὑπάρχειν τῇ κατὰ βουβῶνα διαρθρώσει
8. τῶν ἔμπροσθεν ὑπαρχόντων, πρὶν ἐκπαλαῖσαι τὸ
9. ἄρθρον· οὔτε γὰρ ἐκτείνεσθαι τελέως οὔτε κάμπτεσθαι δύναται.
10. τί δή ποτ’ οὖν ὁ Ἱπποκράτης τὸ ἕτερον αὐτῶν
11. εἶπε μόνον; ὅτι μετὰ τὴν ἔκπτωσιν εὐθέως φαίνεται
12. κεκομμένος ὁ μηρὸς, ὡς ἂν πρὸς τῷ γόνατι πέρατος αὐτὸ
13. τὸ σῶσον ἀποχωροῦντος εἰς τὸ πρόσω μέρος, ὅσον ἡ κεφαλὴ
14. μετέστη εἰς τοὐπίσω. ὅσον δ’ ἐν τῇ κατὰ τὸν βουβῶνα
15. φαίνεται καμφθὲν τὸ σκέλος, οὕτω καὶ κατὰ τὴν
16. ἰγνύαν ἐντείνονται οἱ ὄπισθεν μύες ἅπαντες ἐν ταῖς ἄνωθεν
1. ἀρχαῖς, ὀπίσω μεταχωρήσαντος κατὰ ταῦτα τοῦ μηροῦ.
2. τεινομένων δὴ τούτων αὐτοῖς τῶν μερῶν συνεντείνεται καὶ
3. τὸ λοιπὸν σῶμα ἅπαν ἄχρι τῶν εἰς τὴν κνήμην καθηκόντων
4. τενόντων· ἡ δὲ τούτων ἔντασις κάμπτει τὴν ἰγνύαν,
5. ὥστε οἱ οὕτως ἐκπαλαίσαντες εὐλόγως ἀμφοτέρας τὰς διαρθρώσεις
6. ὁρῶνται κεκαμμένας ἔχοντες. ἐπεὶ τοίνυν ἐκτείνονται
7. ἑαυτὰς ἀδυνατοῦσιν ἂν καὶ μάλιστα τὴν κατὰ βουβῶνα,
8. διὰ δὴ τοῦθ’ Ἱπποκράτης τοῦτο μόνον εἶπε, τὸ μὴ δύνασθαι
9. τὰς διαρθρώσεις ταύτας ἐκτείνειν. ἀλλ’ ἐπὶ τῆς κατ’
10. ἰσχίον ἁπλῶς εἶπεν· ἐπὶ δὲ τῆς κατὰ γόνυ προσέθηκε τὸ
11. κάρτα, τουτέστι τὸ λίαν, ὡς ἐκτείνεσθαι τῆς δυνάμεως, οὐ
12. μὴν λίαν γε τοῦτο πασχούσης, ἐπεὶ δύναται τὸ τελέως μηδὲν
13. ἀπολείπεσθαι τοῦ κατὰ φύσιν· αὐτὸ δὲ τὸ σύμπτωμα
14. γίνεται διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν καταπίπτεται μετὰ τὴν
15. ἐξάρθρησιν αὐτίκα τὸ κατὰ τὴν ἰγνύαν ἄρθρον. ἐπὶ πασῶν
16. γάρ σε χρὴ τοῦτο γιγνώσκειν τῶν διαστροφῶν κοινὸν,
17. ὡς ἐκτεινομένων μερῶν αἱ πρὸς ἐκεῖνο ῥοπαὶ γίγνονται,
18. συνακολουθούντων αὐτοῖς τῶν συνεχῶν. οὐδὲν γὰρ τῶν μεθισταμένων
1. οὕτως ἰδίῳ πάθει καὶ τὴν οἰκείαν ἀπολείπει
2. χώραν, ἀλλ’ ἀπὸ τοῦ συνεχοῦς ἑλκόμενον ἕλκει μὲν
3. τὸ συνεχὲς ἑνὶ μὲν λόγῳ κοινῷ τεινόμενον, οὐχ ὑπὸ μιᾶς δὲ
4. προφάσεως τοῦτο πάσχει· καὶ γὰρ ὑγρανθέντι πόῤῥω τοῦ
5. προσήκοντος αὐτῷ καὶ ξηρανθέντι, φλεγμαίνοντί τε καὶ
6. σκιῤῥωθέντι καὶ τῆς οἰκείας χώρας μεταστάντι κοινὸν ὑπάρχει
7. τὸ γίνεσθαι πάθημα. διὸ περὶ πάντων τῶν τοιούτων
8. ἐπὶ πλέον ἑξῆς ὁ Ἱπποκράτης ἐδίδαξε. καὶ ἡμεῖς ἀκολουθήσαντες
9. αὐτοῦ ταῖς ῥήσεσιν ἁπάσας τὰς λέξεις
10. ἐξηγησάμεθα.

Cliquer un n° de page pour en afficher l’image