Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.99, ed. Kühn, 1829, vol. 18a, p. 630-634. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.99


13. Προσξυνιέναι μὲν οὖν καὶ τόδε χρή· εὔχρηστον γὰρ καὶ
14. πολλοῦ ἄξιόν ἐστι καὶ τοὺς πλείστους λήθει ὅτι οὔτε
15. ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκταννύειν τὸ ἄρθρον,
16. εἰ μὴ ξυνεκταννύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον,
17. πλὴν ἢν μὴ πάνυ ἄνω ἀείρωσι τὸν πόδα, οὕτω δ’
18. ἂν δύναιντο. οὗτοι τοίνυν οὐδὲ ξυγκάμπτειν δύνανται τὸ
19. κατὰ τὴν ἰγνύην ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον,
1. ἢν μὴ συγκάμψωσι καὶ τὸ κατὰ τὸν βουβῶνα
2. ἄρθρον.

4. Ἣν ἔφη εἶναι κοινότητά τινα τῶν ἀποστερουμένων τινὰς
5. κινήσεις μορίων, οὐ δι’ ἴδιον πάθος, ἀλλά τινα τῶν
6. κοινωνούντων σωμάτων γιγνομένην ἐντεῦθεν ἤρξατο διδάσκειν,
7. ἐπὶ τῶν κατὰ φύσιν μυῶν οὐδὲν ἐκφύεσθαι τοῦ μηροῦ,
8. καίτοι πολλῶν ὄντων. ἔνιοι μὲν ἐκ τοῦ τῆς λαγόνος
9. ὀστοῦ κατέρχονται, τινὲς δὲ ἐξ ἰσχίου πεφύκασιν, εἷς δὲ μόνος
10. τοῦ ἐκ τῆς ἥβης ὀστοῦ. διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι συγκινεῖσθαι
11. τὰς διαρθρώσεις ἀλλήλαις, ὥσπερ ἀρτίως ἐπὶ τῆς
12. κατὰ τὸν πόδα καὶ τὴν ἰγνύαν ἐδείχθη, συμφαινομένης ἅμα
13. καὶ τῆς κατὰ τὸν βουβῶνα κοινωνίας αὐτῶν. ὥσπερ γὰρ
14. ἐδείχθησαν οἱ κινοῦντες τὸ ὄπισθεν αὐτῶν ἥκοντες, ὡς ἔφην,
15. ἐκπεφυκέναι τῶν κάτω περάτων τοῦ μηροῦ κατὰ τὰς ῥίζας
16. τῶν κονδύλων, οὕτω καὶ νῦν ἄνω τοῦ ποδὸς εἰς τὴν κνήμην
17. καθήκοντας ἐκ τῶν εἰρημένων ἀρχῶν ἀναγκαῖόν ἐστι
18. τείνεσθαι, τοὺς μὲν ὄπισθεν ἐκτεινομένης τῆς ἰγνύας, τοὺς
1. δὲ πρόσω καμπτομένης. ὅταν οὖν ἐπὶ πλέον πεφύκασι, τείνονται
2. ἀντιτεταγμένοι αὐτοῖς ἀντισπῶσί τε καὶ οὐχ ἕπονται.
3. λέγω δὲ ἀντιτεταγμένους τοὺς ἐκτείνοντας τοῖς κάμπτουσι,
4. τουτέστι τοὺς προσθίους τοῖς ὄπισθεν ἐπὶ δυσὶ
5. μυοῖν ὡς ἐπὶ παραδείγματος ἕνεκα σαφηνείας τὸν λόγον
6. ποιησάμενος ἀρκεσθήσομαι. τοῖς γὰρ ἑωρακόσιν ἐν ταῖς
7. ἀνατομαῖς ἅπαντας τοὺς κατὰ σκέλη μύας ἐκ τῶν εἰρημένων
8. ἐστὶ καὶ περὶ τῶν ἄλλων ταῦτα λογίζεσθαι. τοῖς δ’ οὐδ’
9. ὅλως ἑωρακόσιν οὐδ’ ὁ περὶ τὰ δύο λόγος ἔσται σαφής.
10. οὗτοι οὖν ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ πεφυκότες ὑπερβαίνουσι
11. καταφερόμενοι πρώτην μὲν τὴν κατὰ τὸν βουβῶνα τοῦ μηροῦ
12. διάρθρωσιν, εἶτα διελθόντες ὅλον τὸν μηρὸν, ἐφεξῆς
13. δευτέραν τὴν κατὰ γόνυ. φέρεται δὲ ὁ μὲν ἕτερος αὐτῶν
14. ὁ στενὸς παρὰ τὸν ἕνα κόνδυλον τοῦ μηροῦ ταπεινότερον
15. αὐτοῦ, κἄπειτα ἀνανεύσας πάλιν ἐπὶ τὸ καλούμενον ἀντικνήμιον
16. εἰς τὴν ἐντὸς χώραν αὐτοῦ καταφύεται. ὁ δ’ ἕτερος
17. ὁ μέγας ἰσχυρότατον ἐπιφύεται τένοντα πλατὺν ἀναμιγνύμενον
18. ἑτέρῳ τένοντι τὴν γένεσιν ἐκ τοῦ μεγίστου μυὸς
1. ἔχοντι τῶν προσθίων, ὃς ἀπὸ τοῦ γλουτοῦ καταφέρεται.
2. πρῶτον μὲν ἐπιφύεται τῇ μύλῃ, μετὰ ταῦτα ἐμφύεται
3. τῇ κνήμῃ. ἐὰν μὲν οὖν κάμπτηται κατὰ βουβῶνα
4. τὸ σκέλος, ἦττον γίνεται τὸ μῆκος ἐνταῦθα τῶν μυῶν, ἐὰν
5. δὲ ἐκτείνηται, μεῖζον. ἐπὶ δὲ τοῦ γόνατός τε καὶ τῆς ἰγνύας
6. ἐκτεινομένης μὲν τῆς διαρθρώσεως ὁ μὲν τὴν μύλην ἐπιβαίνων
7. βραχύτερος, ὁ δὲ ἐκ τῶν ἔνδον μερῶν φερόμενος
8. μακρότερος γίγνεται, ὥσθ’ ὁ μὲν πρόσθιος ἄκραν ἔκτασιν
9. ἀναγκασθήσεται λαμβάνειν, ἐὰν κατὰ βουβῶνα τὸ σκέλος
10. ἐκτείναντες ἐπιχειρῶμεν κάμπτειν τὴν ἰγνύαν. ὁ δ’ ὀπίσθιος,
11. ἐὰν ἐκτείνηται τὴν ἰγνύαν, κάμπτομεν τὸν βουβῶνα.
12. καταφερόμενος γὰρ ἐξ ὑψηλοῦ χωρίου διὰ τῶν πρόσω τοῦ
13. μηροῦ κάμπτεται ἐντεῦθεν ἐπιστρεφόμενος λοξὸς, ἀνανεύεται
14. πρὸς τὸ καλούμενον ἀντικνήμιον. εἰκότως οὖν αὐτὸς μακρότερα
15. ἐργάζεται τὰ πρῶτα μέρη καὶ τοῦ μηροῦ καὶ τῆς
16. κνήμης ὑψούμενα μακρότερος γινόμενος. ἐδείχθη γὰρ ἐν
17. τοῖς περὶ μυῶν κινήσεως ἡ ἐσχάτη συστολή τε καὶ ἔκτασις
18. ὀδυνῶσα, ὧν τὴν μὲν συστολὴν ἐνεργοῦντες αὐτοὶ, τὴν δ’
19. ἔκτασιν ὑπὸ τῶν ἀντιτεταγμένων ἑλκόμενοι πάσχουσιν. ἐὰν
1. οὖν ποτε τοῖς εἰς τὴν αὐτῶν σύνοδον ἐνεργοῦσι μυσὶν οἱ
2. ἀντιτεταγμένοι μὴ ὀδυνῶνται, συνεκτείνεται κατὰ φύσιν
3. μὲν ἐν ταῖς εἰρημέναις ἄρτι κοινωνίαις τῶν διαρθρώσεων,
4. παρὰ φύσιν δ’ ἐν ταῖς ἐφεξῆς εἰρησομέναις. τηνικαῦτα συμβαίνει
5. πολλοὺς τῶν ἰατρῶν ἀπατᾶσθαι καὶ νομίζειν πεπονθέναι
6. τοὺς μύας ἐκείνους, ὧν ὁρῶσι τὴν ἐνέργειαν ἐμποδιζομένην.
7. ἔτι δὲ ἐναργέστερον τοῦτο γνωσθήσεται διὰ τῶν
8. ἐφεξῆς εἰρησομένων.

Cliquer un n° de page pour en afficher l’image