ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ
ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ
ΥΠΟΜΝΗΜΑ ΤΕΤΑΡΤΟΝ.
2. Περὶ ἔνια καὶ τῶν ἐκ γενεῆς γινομένων
3. ὀλισθημάτων, ἢν μικρὸν ὀλισθῇ, οἷά τε ἐς τὴν φύσιν
4. ἄγεσθαι καὶ μάλιστα παρὰ τὰ τοῦ ποδὸς ἄρθρα.
6. Ἐκ γενεῆς ἔνιοι μὲν οὖν ἐπὶ τῶν συγγενομένων εἰρῆσθαί
7. φασιν, ἔνιοι δ’ ἐπὶ τῶν οὐ μετὰ πολὺν χρόνον τοῦ
8. γεννηθῆναι. τούτοις μὲν οὖν μαρτυρεῖ τὰ εἰρημένα
1. ἐφεξῆς καὶ προφανῶς ἁμαρτάνουσιν οἱ περὶ μόνων
2. τῶν γεννηθέντων ἀκούοντες· ἄμεινον γὰρ ἐπ’ ἀμφοτέρων
3. ἡγεῖσθαι λελέχθαι τὸν λόγον. ὅτι δὲ τοῖς ἑτέροις μαρτυρεῖ
4. τὰ ἐφεξῆς εἰρημένα μικρὸν ὕστερον ἐπιδείξομεν, ὅταν ἐκείνην
5. ἐξηγώμεθα τὴν ῥῆσιν.