9. Προσράπτειν δὲ τὰ ὀθόνια, ὅκως ἂν ξυμφέρῃ τὰς ἀναλήψιας
10. ποιέεσθαι. ἀλλὰ γὰρ ἄλλης τῶν χωλωμάτων δέεται
11. ἀναλήψιος.
13. Ὅπερ ἀρτίως ἐγὼ προειρήκειν αὐτὸς ἐν τῷ λόγῳ διῆλθεν,
14. ἄλλα ἄλλης τῶν χωλωμάτων δεῖσθαι λέγων ἀναλήψεως,
15. τὰ μὲν κεκυλλωμένα δῆλον ὅτι τῆς ἔσω μὲν προσαγούσης
16. τὸ τῆς κνήμης πέρας, ἔξω δὲ τὸν πόδα, τὰ δὲ βεβλαισσωμένα
17. τῆς ἔξω μὲν τὴν κνήμην, ἔσω δὲ τὸν πόδα, καὶ τὰ μὲν
18. ἐπ’ ὀλίγον ἑκάτερον πεπονθότα μετρίως ἀντισπᾶν ἐπὶ τὴν
1. ἐναντίαν χώραν ποιούμενον τὴν ἀνάληψιν, τὰ δὲ ἐπὶ πλέον
2. ἀποκεχωρηκότα σφοδρότερον ἀντιτείνοντα· διὰ τοῦτο καὶ
3. κοινὸν ἐπὶ πασῶν τῶν διαστροφῶν ὄνομα νῦν εἶπε τὸ
4. χώλωμα.