7. Ὑποδημάτιον δὲ ποιέεσθαι μολύβδινον ἔξωθεν τῆς ἐπιδέσιος
8. ἐπιδεδεμένον, οἷον αἱ Χῖαι κρηπῖδες ῥυθμὸν εἶχον, ἀλλ’
9. οὐδὲν αὐτοῦ δεῖ, ἤν τις ὀρθῶς μὲν τῇσι χερσὶ διορθώσῃ,
10. ὀρθῶς δὲ τοῖσιν ὀθονίοισιν ἐπιδέῃ, ὀρθῶς δὲ καὶ τὰς
11. ἀναλήψιας ποιοῖτο. ἡ μὲν οὖν ἴησις αὕτη, καὶ οὔτε τομῆς
12. οὔτε καύσιος οὐδὲν δεῖ οὐδ’ ἄλλης ποικιλίης. θᾶσσον
13. γὰρ ἐνακούει τὰ τοιαῦτα τῆς ἰητρείης ἢ ὡς ἄν τις
14. οἴοιτο. προσνικᾷν μέντοι χρὴ τῷ χρόνῳ, ἕως ἂν αὐξηθῇ
15. τὸ σῶμα ἐν τοῖσι δικαίοισι σχήμασιν.
17. Ὁποῖον μὲν ῥυθμὸν εἶχον αἱ Χῖαι κρηπῖδες
18. οὐχ οἷόν τε γνῶναι σαφές· οὐδὲ γὰρ κατ’ αὐτὸν ἔτι τὸν
1. Ἱπποκράτην ἐσώζετο. διὰ τοῦτο γοῦν εἶπεν, οἷς αἱ Χῖαι
2. κρηπῖδες ῥυθμὸν εἶχον, δυνάμενος εἰπεῖν ἔχουσιν. εὔδηλον
3. δ’ ὅτι τὸ συνέχον μὲν ἀκριβῶς τὸν πόδα, μὴ θλῖβον δὲ
4. τὸν χρῶτα τοῖς διαπλασσομένοις παιδίοις ἐπιτηδειότατόν
5. ἐστιν ὑπόδημα, ὥστε πρὸς τούτους ἀποβλέποντι τοὺς σκοποὺς
6. καὶ νῦν ἂν δύναιντο ποιεῖν ὑπόδημα χρήσιμον ἄνευ
7. τοῦ ζητεῖν ὁποῖαί τινες ἦσαν αἱ Χῖαι κρηπῖδες.