10. Ὅταν δὲ ἐς ὑποδήματος λόγον εἴη, ἀρβύλαι ἐπιτηδειόταται
11. αἱ πηλοπατίδες καλεόμεναι.
13. Εἰς ὑποδήματος ἥξει λόγον τὸ θεραπευόμενον παιδίον,
14. ὅταν τε τὸ κατορθούμενον μόριον ὑγιὲς ᾖ καὶ τηλικοῦτον
15. ὅταν ἐν τῷ τέως αὐξηθὲν γένηται καὶ μηκέτι μαλακὴν αὐτῶν
16. τῶν ὀστῶν τὴν οὐσίαν εἶναι. οὐδὲ γὰρ οὐδ’ ἐπιτρέψαι
17. χρὴ πρότερον αὐτὸ βαδίζειν, ἵνα μὴ πάλιν ἐπὶ τὴν ἔμπροσθεν
18. διαστροφὴν ἐπανέλθῃ τὸ μόριον. ὅταν δ’ ἀβλαβῶς
1. δύναται βαδίζειν, ἀρβύλας ὑποδεῖν αὐτῷ προσήκει. κοῖλον
2. δ’ ἔστιν ὑπόδημα τοῦτο καὶ περιεσφιγμένον ἀκριβῶς τῷ
3. ὅλῳ ποδὶ μέχρι τῶν σφυρῶν. εὔδηλον δ’ ὅτι τοιοῦτόν ἐστι
4. κἀξ ὧν ἐπήνεγκεν αὐτὸς ὁ Ἱπποκράτης εἰπὼν, αὐτὰς πηλοβατίδας
5. ὀνομάζεσθαι. τοῦτο γὰρ γέγονε τὸ ὄνομα, εἰ μὲν
6. διὰ τοῦ π γράφοιτο πηλοπατίδας διὰ τὸ πατεῖσθαι τὸν πηλὸν
7. ὑπ’ αὐτῶν, εἰ δὲ διὰ τοῦ β πηλοβατίδας, ἐπειδὰν βαίνειν
8. ἀσφαλῶς ἐν πηλῷ δυνατόν ἐστι τοῖς ὑποδεδεμένοις
9. τοιοῦτον ὑπόδημα.