Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.13, ed. Kühn, 1829, vol. 18a, p. 680-682. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.13


12. Τοῦτο γὰρ ὑποδημάτων ἥκιστα κρατέεται ὑπὸ τοῦ ποδὸς,
13. ἀλλὰ κρατέει μᾶλλον.

15. Ἄλλως ἄλλος ἄνθρωπος εἴθισταί τε καὶ πέφυκε βαδίζειν,
16. ὁ μὲν τις ὀρθῶς ἀκριβῶς ἔχων, ὁ δ’ εἴσω μᾶλλον ἢ
17. ἔξω ῥέποντα τὸν πόδα, καὶ τινὲς μὲν αὐτῷ τῷ στήθει, τινὲς
1. δὲ τῇ πτέρνῃ βαίνουσι μᾶλλον, τινὲς δὲ ὁμαλῶς ὅλον
2. στηρίζουσι. καὶ τοίνυν καὶ φαίνονται συνεξομοιοῦντες ἀεὶ
3. τῷ τρόπῳ τῆς βαδίσεως οἱ ἄνθρωποι τὰ τοιαῦτα τῶν ὑποδημάτων,
4. ὅσα μήτε βαθέα μήτ’ ἀκριβῶς ἐστι περιεσφιγμένα
5. τῷ ποδὶ, καί σοι θεασαμένῳ τι τῶν τοιούτων ὑποδημάτων
6. ἔνεστιν ἐξ αὐτῶν λογίσασθαι, πῶς χρώμενος αὐτοῖς βαδίζει.
7. τὸ μὲν γὰρ ὀρθὸν καὶ μηδαμόσε ῥέπον, ἀλλ’ οἷον ὁ σκυτοτόμος
8. ἐποίησε αὐτὸ, τοιοῦτον διαμένον, ὀρθὸν σημαίνει τίθεσθαι
9. τὸν πόδα τοῦ χρωμένου· τὸ δ’ ἔσω νενευκὸς
10. ἢ ἔξωθεν τὸν χρώμενον ἐνταῦθα ῥέπειν τὸν πόδα κατὰ
11. τὴν ὁδοιπορίαν ἐνδείκνυται, καθάπερ γε καὶ τὸ πρόσω μᾶλλον
12. ἢ ὀπίσω νενευκὸς ἢ κατὰ τὴν πτέρναν ἢ τὸ τοῦ ποδὸς
13. στῆθος ἐκτετραμμένους ἔχοντος ἥλους ἢ ἐκ τῶν ἔξω μερῶν
14. ἢ ἐκ τῶν ἔνδον ἐπὶ καινὰ δηλοῖ ῥέπειν ἐν τῇ βαδίσει τὸν
15. πόδα. τὸ τοίνυν τοιοῦτον ὑπόδημα κρατεῖσθαί φησιν ὑπὸ
16. τοῦ ποδὸς ὁ Ἱπποκράτης, ὅπερ ἐστὶ νικᾶσθαι, τὸ δ’
17. ἐναντίον αὐτοῦ τὸ διαμένον ἀῤῥεπὲς ἔμπαλιν τούτῳ κρατεῖν
18. αὐτὸ τὸν πόδα ἀναγκάζον ὀρθόν τε καὶ ἀῤῥεπῆ τίθεσθαι
1. κατὰ τῆς γῆς· κεφάλαιον δὲ τῆς τούτου κατασκευῆς ἐστιν
2. ἐσφίγχθαι τε περὶ ὅλον ἀκριβῶς τὸν πόδα καὶ βάθος ἔχειν
3. δαψιλές. ἐσφίγχθαι δ’ ἀδύνατον μὴ πολυσχιδὲς γινόμενον,
4. ὥστε καὶ οἱ κυνηγέται δι’ αὐτὸ τοῦτο τοιούτοις ὑποδήμασι
5. χρῶνται, πηδᾷν καὶ τρέχειν ἀναγκαζόμενοι δι’ ἀνωμάλων
6. χωρίων. ἐν οἷς ἐὰν μὴ συνηρμοσμένον ᾖ ἀκριβῶς τῷ χρωτὶ
7. τὸ ὑπόδημα, στρέμματά τε καὶ τίλματα γίγνεται κατά τε
8. τὰ σφυρὰ καὶ τοὺς πόδας.

Cliquer un n° de page pour en afficher l’image