11. Ἐπιτήδειος δὲ καὶ ὁ Κρητικὸς τρόπος τῶν ὑποδημάτων.
13. Ἔτι καὶ νῦν οὗτος ἀσκεῖται κατὰ τὴν ἡμετέραν Ἀσίαν
14. καὶ κατὰ τὴν Κρήτην οὐχ ἥκιστα μέχρι κνήμης μέσος ἀνήκων.
15. ἔστι δ’ ἱκανῶς ὑπ’ αὐτοῦ πολυσχιδές τι δέρμα καθ’
16. ἑκάτερον τὸ μέρος ἀριστερόν τε καὶ δεξιὸν ἴσον ἐντεταμένον
17. τε καὶ ἰδίᾳ συντετρημένον ἐπὶ τοῖς πέρασιν, ὡς ἱμάντι
18. διεκβαλλομένων τῶν τρημάτων συνάγεσθαι κατ’ ἄλληλα τὰ
19. τεταγμένα τοῦ δέρματος τμήματα. πρόδηλον οὖν ὅτι συνέχει
1. τε καὶ σφίγγει τὸν πόδα, μετὰ τῆς κατὰ φύσιν διαρθρώσεως
2. ὅλης ἀκριβῶς τὸ τοιοῦτον ὑπόδημα. χρῶνται δὲ
3. αὐτῷ μάλιστα παρ’ ἡμῖν οἱ κυνηγέται θηρεύοντες, ἐπειδή
4. περ ἐν τραχέσι καὶ ἀνωμάλοις χωρίοις ἀναγκάζονται πολλάκις
5. οὐ τρέχειν μόνον, ἀλλὰ καὶ πηδᾷν· ἡ δ’ αὐτὴ καὶ
6. τοὺς Κρῆτας αἰτία τοιούτοις ὑποδήμασι χρῆσθαι ἔπεισε,
7. διά τε τὰ μεγέθη τῶν ὀρῶν τῶν ἐν τῇ νήσῳ καὶ τὰς
8. τραχύτητας.