11. Ὁκόσοισι δ’ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα καὶ ἕλκος ποιήσαντα
12. τελείως ἐξίσχῃ τὰ παρὰ τὸν πόδα ἄρθρα, εἴτε
13. εἴσω ῥεύσαντα, εἴτε μέντοι καὶ ἔξω, τὰ τοιαῦτα μὴ ἐμβάλλειν,
14. ἀλλ’ ἐᾷν τὸν βουλόμενον τῶν ἰητρῶν ἐμβαλεῖν.
15. σαφέως γὰρ εἰδέναι, ὅτι ἀποθανεῖται, ἐὰν ἐμβληθέντα
16. ἐμμείνῃ καὶ ἡ ζωὴ δὲ ὀλιγήμερος τούτοισι γενήσεται· ὀλίγοι
17. γὰρ αὐτῶν τὰς ἑπτὰ ἡμέρας ὑπερβάλλοιεν, σπασμὸς
18. γὰρ ὁ κτείνων ἐστίν.
1. Ἐμβάλλειν μὲν ὀστᾶ λέγει τὰ τῆς περόνης
2. καὶ τὰ τῆς ὁμωνύμως παντὶ τῷ μορίῳ ὀνομαζομένης κνήμης.
3. ἐξίσχει δὲ ταῦτα καὶ γυμνοῦται τοῦ χρωτὸς ἐν ἑκατέρᾳ
4. τῇ διαρθρώσει τῆς κνήμης, ἥν τε πρὸς τὸν πόδα καὶ τὸν
5. μηρὸν ποιεῖται. περὶ πρώτης οὖν διαλέγεται τῆς πρὸς τὸν
6. πόδα διαρθρώσεως, ἀξιῶν ὅταν ἐνταῦθα τὸ τῆς κνήμης
7. ὀστοῦν ἐξαρθρήσῃ, γυμνωθὲν ἀφίστασθαι τῆς ἐμβολῆς διὰ
8. τὸν ἐπιγιγνόμενον σπασμόν. εἴρηται δὲ ἤδη περὶ τούτου
9. κἀν τῷ περὶ τῶν ἀγμῶν, ὅτι συμβαίνει κατὰ τὰς τοιαύτας
10. διαθέσεις τὸν μέντοι διασπᾶσθαι τῶν μυῶν, τὸν δὲ συνέρχεσθαι
11. καὶ σώζειν τὴν ἕνωσιν, ἀνασπασθέντων οὖν αὐτῶν
12. ἐπὶ τὴν ἀρχὴν ἔλαττον γίγνεται τὸ κῶλον ὅλον ἀκολουθεῖ
13. τε καὶ συνανασπώμενον τοῖς μυσίν. ἐὰν δή τις κατατείνας
14. ἐμβάλῃ τὸ ἐξέχον ὀστοῦν, ἅμα μὲν ἡ κατάτασις αὕτη βλάβην
15. οὐ σμικρὰν ἐργάσεται τοῖς μυσὶν, ἅμα δὲ καὶ τὸ μῆκος
16. τοῦ κώλου συναποτεῖνον αὐτοὺς ὀδυνήσει σφοδρῶς καὶ κατὰ
17. τοῦτο μεγάλων μὲν ὄντων τῶν μυῶν ἐξ ἀνάγκης ἀκολουθήσει
18. σπασμός. εἰ δὲ μικροὶ τύχοιεν ὄντες οἷοι κατὰ τοὺς
1. δακτύλους εἰσὶν, οὐδ’ οὕτω μὲν ἀκίνδυνον ἔσται, σὺν ἀκριβείᾳ
2. δὲ πολλῇ τῆς ὅλης θεραπείας οἱ πολλοὶ τῶν τοιούτων
3. διασώζονται. τὸ μὲν οὖν εἰς τὴν θεραπείαν χρήσιμον εἵρηταί
4. μοι. λογικὸν δέ τι ζήτημά ἐστι κατὰ τὸν τρόπον
5. τοῦτον οὐδὲν οὔτ’ ὠφελοῦν οὔτε βλάπτον τὴν θεραπείαν
6. ἐπισκεπτομένων ἡμῶν, διὰ τὶ προσέθηκε τοῖς τῆς κνήμης
7. ὀστοῖς τὰ ἐξαρθρήσαντα· τῶν γὰρ ἐμβαινόντων ταῖς κοιλότησιν
8. οὐ περιλαμβανόντων ταῖς ἐξοχαῖς πάθος εἶναί φησι
9. τὸ ἐξάρθρημα. καὶ γὰρ καὶ καλεῖ αὐτὸς ἄρθρα ταῦτα, καθότι
10. δέδεικται πολλάκις ἔμπροσθεν. οὐκ οὖν δέδεικται,
11. φασὶ, τὴν κνήμην ἐξαρθρεῖν λέγειν, ἀλλὰ τὸν ἀστράγαλον.
12. ῥητέον οὖν πρὸς τὰ τοιαῦτα ζητοῦντας ὃ καὶ ἔμπροσθεν
13. ἤδη μοι λέλεκται, τοῦ σημᾶναι τὸ λεγόμενον πρᾶγμα
14. μόνον φροντίζειν τὸν Ἱπποκράτην, καθάπερ καὶ ὁ
15. Πλάτων ἡμᾶς τε ποιεῖν ἀξιοῖ τοῦτο καὶ πρῶτον αὐτὸς πράττει.
16. δέδεικται δ’ ἡμῖν ἑτέρωθι, ὅτι οἱ παλαιοὶ πάντες οὐκ
17. ἄλλον ἢ τοῦτον εἶχον τὸν σκοπόν. μόνος γὰρ φαίνεται
18. Πρόδικος ἐζηλωκέναι αὐτὴν ἐν τοῖς ὀνόμασι μικρολογίαν, ὡς
1. εἰώθασι προσαγορεύειν οἱ τὰ Προδίκου ζηλώσαντες. ὅτι δὲ
2. οὐδὲν ἡ σαφήνεια τῆς διηγήσεως βλάπτεται, δῆλόν ἐστιν ἐξ
3. αὐτῆς τῆς ῥήσεως εἰπόντος τοῦ Ἱπποκράτους, οἷσι δ’ ἂν
4. κνήμης ὀστέα ἐξαρθρήσαντα τελέως ἐξίσχῃ τὰ παρὰ τὸν
5. πόδα ἄρθρα· καὶ γὰρ ἐὰν ὀλίγον ἄρῃς τὸ ἐξαρθρήσαντα,
6. δῆλόν ἐστι τὸ λεγόμενον, ὥστε τοῦτο τοὔνομα προσέθηκεν
7. Ἱπποκράτης, μηδὲν ὅλως τὴν τοιαύτην μικρολογίαν, ἣν οἱ
8. ζητοῦντες ἐπὶ τὸ πολὺ πάντες ἀδύνατοι λέγειν εἰσίν. οἱ δέ
9. γε δύναμιν ἔχοντες ἑρμηνευτικὴν εἰς τὴν ἐνέργειαν τῆς ἑρμηνείας
10. ἀποβλέποντες οὐδὲ παρακολουθοῦσι τοῖς κατὰ μέρος
11. ὀνόμασιν, ἀλλ’ ἐπιῤῥέουσιν αὐτοῖς χρῶνται κατὰ τὴν τῶν
12. Ἑλλήνων συνήθειαν. ὁ γοῦν Ἱπποκράτης ἔοικε νῦν ἐννοήσας,
13. ὅτι ἐξίσχει τῆς διαρθρώσεως τὰ τῆς κνήμης ὀστᾶ διαπείραντα
14. τὸ δέρμα τὴν ἑρμηνείαν οὕτως ποιήσασθαι. τὸ
15. γὰρ ἐξέχον καὶ προκύπτον ἐπὶ πολὺ τῆς διαρθρώσεως ἐξηρθρηκέναι
16. λέγων ἄν τις ἐναργέστερον ἑρμηνεύσειε καὶ τῇ τοῦ
17. πράγματος φαντασίᾳ προσάγοι τὸν ἀκούοντα.