Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.20, ed. Kühn, 1829, vol. 18a, p. 691-694. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.20


2. Καὶ ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν ὀλίγοισι
3. μὴ ἄγαν ψυχροῖσι. ψῦχος γὰρ ἐν τοῖσι τοιούτοισι σπασμὸν
4. ἐπικαλέεται.

6. Καὶ περὶ τῶν τοιούτων ἤδη μοι λέλεκται, θεραπευούσης
7. μὲν τῆς πισσηρᾶς κηρωτῆς τὰ ἕλκη, τοῦ δ’ οἴνου καὶ μάλιστα,
8. ὡς αὐτὸς ἐδίδαξε, μέλανός τε ὄντος καὶ αὐστηροῦ διαφυλάττοντος
9. ἀφλέγμαντα τὰ πεπονθότα μέρη. περὶ δὲ τοῦ
10. φεύγειν χρῆναι τὸ ψῦχος, ὡς σπασμῶδες ἴσως μὲν ἐπὶ τῶν
11. σαρκωδῶν μερῶν ἔδει τινὸς ἐξηγήσεως, ἐπὶ δὲ τῶν νεύρων
12. ἄντικρυς δῆλον· ἀμφότερον γὰρ αὐτοῖς ὑπάρχει καὶ τὸ ψύχεσθαι
13. ῥᾳδίως, ἅτε φύσει ψυχροῖς οὖσι καὶ ἀναίμοις καὶ
14. τὸ παθοῦσιν εἰς σπασμὸν ἥκειν. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι
15. δύναται σπασθῆναι μέρος ἄνευ τοῦ συμπαθῆσαι τὰ νεῦρα·
16. καὶ μὴν δὴ καὶ ὅτι νευρώδεις τε τῶν ἄλλων μερῶν εἰσιν
17. αἱ διαρθρώσεις πρόδηλον. οἱ γάρ τοι μύες ἐν αὐτοῖς εἰς
18. τένοντα τελευτῶσιν ἀποτιθέμενοι τὰς σάρκας, ἃς ἐν τοῖς ἄλλοις
1. ἑαυτῶν μέρεσιν εἶχον, ὥστε μᾶλλον ζητητέον
2. ἐστὶ, διὰ τί χρῆταί ψυχρῷ μετρίως τῷ οἴνῳ·
3. χρῆναι γὰρ οὐδὲ μετρίως ψυχρὸν προσφέρειν, ἀλλὰ θερμόν.
4. ἔστι δὲ καὶ ὁ περὶ τούτου λόγος τοιόσδε· τῶν ἡλκωμένων
5. μορίων ὁ μέντοι σκοπὸς τῆς ἰατρικῆς ἐστιν ἐν τῷ μὴ φλεγμῆναι.
6. τοῦτο δὲ ἔσται μηδεμιᾶς ὑγρότητος ἐπιῤῥεούσης
7. μορίῳ τῷ πεπονθότι, οὐκ ἐπιῤῥυήσεται δὲ ψυχόντων ἡμῶν
8. αὐτό· τὰ γὰρ θερμαίνοντα καὶ ὑγραίνοντα εἰ τῷ σώματι
9. προσφέρεται, παραχρῆμα μὲν ἐρυθρότερον ἐργάζεται τοῦτο.
10. μικρὸν ὕστερον δὲ καὶ εἰς ὄγκον ἐξαίρει, καίτοι καὶ ἄλλην
11. παραπλησίαν φλεγμονὴν καὶ περὶ αὐτὸ διάθεσιν ἐργάζεται.
12. τὰ δὲ ψύχοντα τοὐναντίον ἅπαντα οὐ μόνον οὐδεμίαν ἐπικαλεῖται
13. τοῖς ψυχομένοις μέρεσιν ἐκ τῶν ἄνωθεν ὑγρότητα
14. περιττὴν, ἀλλὰ καὶ τὰς περιεχομένας ἐν αὐτοῖς ἐκθλίβει τε
15. καὶ ὠθεῖ πρὸς τὰ πλησιάζοντα μόρια· διττὰ δ’ ἐστὶ τὰ
16. ψύχοντα· τὰ μὲν τῇ πρὸς τὴν ἁφὴν ποιότητι προσφάτῳ,
17. τὰ δὲ τῇ συμφύτῳ δυνάμει, τὰ δὲ τὰ στύφοντά ἐστι ψυχρὰ,
18. καθάπερ ἐδείξαμεν ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων
1. πραγματείᾳ· καὶ τὸ λοιπὸν γένος τῶν ψυχόντων ἀπὸ τούτων
2. διώρισται, μήκωνος ὀπὸς καὶ μανδραγόρου χυλὸς καὶ κώνειον,
3. ὅσα τ’ ἄλλα τὴν ψῦξιν ἔχει σὺν ὑγρότητι. αὐστηρὰ
4. γὰρ πάντα γεώδη τὴν ψῦξιν ἔχειν ἐδείκνυτο. λέλεκται δὲ
5. οὐκ ὀλίγα περὶ τῆς τῶν τοιούτων φαρμάκων χρήσεως κἀν
6. τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὥσπερ γε κἀν
7. τοῖς περὶ τῶν ἑλκῶν Ἱπποκράτους ὑπομνήμασι. πρὸς δὲ τὸν
8. ἐνεστῶτα λόγον ἀρκεῖ γιγνώσκειν τοσοῦτον, ὡς ἡ μὲν τῶν ὑγρῶν
9. καὶ ψυχρῶν φαρμάκων δύναμις εἰς τὸ βάθος ὅλον ἐνδύεται
10. τῶν σωμάτων, οἷς ἂν πλησιάζῃ καὶ διὰ ταχέων αὐτὰ καταψύχει
11. πλέον ἢ δεῖται ναρκοῦντα τὴν διοικοῦσαν τὰ σώματα
12. δύναμιν. ὅσα δὲ γεώδη τὴν ψῦξιν ἔχει, ταῦτ’ ἐπιτηδειότατα,
13. δι’ ὧν εἴρηκα πραγμάτων, ἐδείχθη πρὸς ἀπόκρισιν
14. ἐπιῤῥεόντων χυμῶν. κατὰ τοῦτο τοιγαροῦν αὐτὰ προσφέρομεν,
15. ἐπεὶ καὶ τὸ θερμὸν ἐπισπᾶται πρὸς ἑαυτὸ τοὺς χυμούς.
16. διὰ τοῦτο καὶ τῇ προσφάτῳ ποιότητι ψυχρὰ προσφέρομεν,
17. μὴ ὅτι θερμαινόντων αὐτά. νῦν οὖν ὁ Ἱπποκράτης
1. ὅσον μὲν ἐπὶ τῇ διαθέσει τῶν ἡλκωμένων μορίων ἐχρῆτο
2. ἂν αὐτοῖς τοῖς ψυχροῖς, ὥσπερ κἀπὶ τῶν ἄλλων τραυμάτων·
3. ὅσον δ’ ἐπὶ τῷ φοβεῖσθαι τὸν διὰ τὴν ψῦξιν εἰωθότα
4. γίγνεσθαι σπασμὸν, οὐ τολμᾷ τελέως ἐψυγμένου χρῆσθαι
5. καὶ διὰ τοῦτο προσέθηκε τῷ περὶ αὐτῶν λόγῳ τὸ μὴ ἄγαν
6. ψυχροῖσιν.

Cliquer un n° de page pour en afficher l’image