Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.23, ed. Kühn, 1829, vol. 18a, p. 696-699. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.23


11. Ἢν δὲ ἡ ὥρη χειμερινὴ ἔῃ καὶ ἔρια ῥυπαρὰ ἐν οἴνῳ καὶ
12. ἐλαίῳ καταῤῥαίνοντα χλιεροῖσι ἄνωθεν ἐπιτέγγειν.

14. Οὔτε χλιαροῖς ἐχρῆτο τοῖς φαρμάκοις, οὔθ’ ὅλως ἐμίγνυεν
15. ἔλαιον, εἴπερ ὡς ἡλκωμένον ἁπλῶς ἐθεράπευε τὸ μόριον,
16. ἀλλ’ ὅπερ ἔμπροσθεν ἔφην, ἐπειδὴ φοβεῖται τὸν σπασμὸν,
17. ἔλαιόν τε μίγνυσι καὶ χλιαρὰ προσφέρει πάντα, μήθ’
18. ὡς πρὸς σπασμὸν ἱστάμενος μόνον· ἀποκεχώρηκε γὰρ ἂν
1. οὕτω τῆς κατὰ τὸ ἕλκος ἰάσεως· ἀλλὰ μηδὲ πρὸς ἐκεῖνο
2. μόνον ἀποβλέπων. ἐν γὰρ τοῖς ἐπιπεπλεγμένοις πάθεσι ἐπιπλέκεσθαι
3. δεῖ καὶ τὴν θεραπείαν, διὰ τοῦτο δὲ καὶ τὰ ἔρια
4. προσφέρειν κελεύει ῥυπαρὰ, τουτέστιν οἰσυπηρά. καλοῦσι
5. γὰρ οὕτως αὐτὰ διὰ τὸν οἴσυπον, ἐπειδὴ καὶ τοῦτο τὸ φάρμακον
6. οὐχ ἁπλῆς ἐστι δυνάμεως, ὡς ἐδείκνυμεν ἐν τοῖς περὶ
7. φαρμάκων, ἀλλὰ μικτῆς ἐξ ἐναντίων ποιοτήτων τε καὶ δυνάμεων
8. τῆς τε στυφούσης καὶ τῆς θερμαινούσης χλιαρῶς.
9. ἐπιτέγγειν δὲ, τουτέστιν ἐπιβρέχειν κελεύει τὰς τοιαύτας
10. διαθέσεις οὐκ ἐν χειμῶνι μόνον, ἀλλὰ καὶ τῷ θέρει δηλονότι.
11. κοινὸν γὰρ τοῦτο κατὰ πάσης τῆς θεραπείας, ἧς εἶπεν,
12. ἐπὶ τῇ τελευτῇ προσέθηκεν, οὐχ ὡς ἐν τῷ χειμῶνι μόνον
13. δεομένων τῶν τοιούτων διαθέσεων ὑγρότητος
14. διηνεκοῦς, ἀλλὰ καὶ τῷ θέρει μᾶλλον ἢ ἐκείνῳ. διότι καὶ
15. μᾶλλόν γ’ ἐν αὐτῷ ξηραίνεται τὰ περιβαλλόμενα τοῖς οὕτως
16. ἔχουσιν ἔρια. καταντλεῖν μὲν οὖν ἀεὶ συνεχῶς ἅπαντα τὰ
17. τοιαῦτα κελεύει. τὸ καταντλούμενον δ’ εἶναι χρὴ τοιοῦτον,
18. οἶον ἐκέλευσε κατὰ τὴν πρώτην εὐθέως θεραπείαν προσφέρειν
1. ἢ οἶνον μόνον, ὅταν ᾖ θέρους ἢ μετ’ ἐλαίου κατὰ χειμῶνα
2. δηλονότι καὶ μέντοι καὶ τὸ ποσὸν τῆς θερμότητος ἐκ τῆς
3. τοῦ περιέχοντος ἡμᾶς ἀέρος εὑρήσεις κράσεως. ἡνίκα μὲν
4. γὰρ ἱκανῶς ἐστι ψυχρὸς, αὐξήσεις τὴν θερμότητα τῶν
5. ἐπαντλουμένων ὑγρῶν, ἡνίκα δὲ θερμὸς, ἐκλύσεις. οὐ γὰρ
6. ὅλως ἧκεν ἐπὶ τὸ χρῆσθαι τῷ θερμῷ, διὰ τοῦτο καὶ τὴν
7. ποσότητα τῆς θερμασίας ὑπαλλάξεις συνεπιτείνων τε καὶ
8. συνεκλύων τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει. μεμνῆσθαι
9. δ’ ἐπὶ τῶν τοιούτων ἁπάντων χρὴ τῶν εἰρημένων
10. ὑπ’ αὐτοῦ καθόλου καὶ μὴ πάντα ἐπὶ πᾶσιν ἀκούειν
11. ἐθέλειν. τίνα δὲ ταῦτά ἐστιν; ἃ καὶ διὰ τῶν εἰς τοὺς
12. ἀφορισμοὺς ὑπομνημάτων ἠξίωσα μεμνῆσθαι καὶ δι’ ἄλλων
13. πολλῶν· καὶ ἐπειδὰν ἕν τι ῥηθῇ καὶ τῶν ἄλλων ἁπάντων
14. ὅσα τὴν αὐτὴν ἔχει δύναμιν ἀναμιμνήσκεσθαι προσήκει καὶ
15. νομίζειν ἐπὶ πάντων ἀκηκοέναι τὸν λόγον ὡς ἂν καὶ πάντων
16. ὄντα κοινόν. οὕτω γοῦν καὶ νῦν αὐτὸς μὲν ὥρας χειμερινῆς
17. ἐμνημόνευσε, σὺ δὲ καὶ χώρας καὶ ἡλικίας καὶ ἐθῶν
18. τε καὶ φυσικῆς κράσεως σωμάτων ἀναμνησθήσῃ, χώρας μὲν
1. ψυχρᾶς, ἡλικίας δὲ πρεσβυτικῆς, ἐθῶν δὲ τῶν καταψυχόντων
2. τὸ σῶμα καὶ φυσικῆς κράσεως τῆς ψυχροτέρας. ἅπαντα
3. γὰρ ἐνδείκνυται ταῦτα τὴν αὐτὴν ἔνδειξιν τῇ πρὸς Ἱπποκράτους
4. ὥρᾳ γεγραμμένῃ. ἀλλὰ καὶ ὥσπερ ἐν χειμῶνι πρὸς
5. τὸ θερμότερον ὑπαλλάττει τὴν θεραπείαν, οὕτως ἐν θέρει
6. κατὰ τοὐναντίον ἐπὶ τὸ ψυχρότερον ὑπαλλάξεις. ἀνάλογον
7. δὲ τῷ θέρει κατὰ τὰς θερμὰς ἡλικίας τε καὶ χώρας ἔθη
8. τε καὶ κράσεις σωμάτων. πάντων μὲν οὖν θερμαίνειν ἐνδεικνυμένων
9. αὐξήσεις ἐπὶ τὸ θερμὸν ἅπασαν τὴν θεραπείαν,
10. ἁπάντων δὲ ψύχειν ἐπὶ τὸ ψυχρόν· εἰ δὲ τὰ μὲν ἐπὶ τὸ
11. θερμαίνειν γε, τὰ δὲ ἐπὶ τὸ ψύχειν προτρέπει, πρός τε τὸν
12. ἀριθμὸν αὐτῶν ἀποβλέπων καὶ τὴν δύναμιν, οὕτως ἂν μάλιστα
13. στοχάσαι τοῦ προσήκοντος μετρίως κατὰ τὸ θερμαίνειν
14. τε καὶ ψύχειν.

Cliquer un n° de page pour en afficher l’image