13. Ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων
14. μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει. ἔρια δὲ ἐπιτιθέντα
15. οἴνῳ ἐπιτέγγοντα πολὺν χρόνον ἐᾷν· τὰ δὲ ὀλιγημερώτατα
16. τῶν ἐναίμων καὶ ὅσα ῥητίνῃ προκαταλαμβάνεται, οὐχ
17. ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστι. χρονίη γὰρ ἡ κάθαρσις
18. τῶν ἑλκέων γίνεται τούτων, πολὺν γὰρ χρόνον πλαδαρὴ
1. γίνεται, τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν. εἰδέναι
2. μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν
3. αἰσχρῶς γενέσθαι. ὁ γὰρ ὁ ποὺς ἐπὶ τὸ ἄνω ἀνέσπασται
4. τῶν τοιούτων καὶ τὰ ὀστέα τὰ διολισθήσαντα ἔξω ἐξέχοντα
5. φαίνεται. οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων
6. οὐδὲν ὡς ἐπὶ τὸ πολὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται,
7. ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι
8. και ταῦτα ἢν ἀτρεμίζωσι πουλὺν χρόνον· ἢν δὲ μὴ,
9. ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές. ὅμως δὲ
10. περὶ οὗ λόγος οὕτω μὲν οἱ ἰητρευόμενοι σώζονται, ἐμβληθέντος
11. δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος ἀποθνήσκουσιν.
13. Ἔναιμα καλεῖ φάρμακα κἀν τούτοις τοῖς βιβλίοις καὶ
14. τῷ περὶ ἑλκῶν, ὅσα παραχρῆμα τοῖς τραύμασι προσφέρεται.
15. τούτων οὖν, φησὶν, ὅσα διὰ πλείονος χρόνου λυόμενα
16. δύναται μεταξὺ τῶν λύσεων ἐπιτέγγεσθαι, παραληπτέον ἐστὶ
17. μάλιστα. βούλεται γὰρ ὥσπερ τἆλλα πάντα τῆς θεραπείας
1. αὐτῶν πρὸς τὸ παρηγορικώτατον εἶδος ἔχειν τὴν ἀναφορὰν,
2. οὕτω καὶ τὸ μὴ ἐπιδεῖν τὸν κάμνοντα καὶ τὸ μὴ συνεχῶς
3. ἐπιλύειν. διὰ πλέονος δὲ χρόνου λύεσθαι δύναται τῶν ἐναίμων
4. φαρμάκων τὰ ξηραντικώτερα, φυλαττομένων ἡμῶν ἐν
5. αὐτοῖς τὸ διὰ σφοδρότητα ξυντατικόν. παραδείγματος δ’
6. ἕνεκεν, ὧν ἴστε δυοῖν φαρμάκων μνημονεύσω γεγραμμένων
7. ἐν ἁπάσαις βίβλοις, ὅσαι συνθέσεως τῶν φαρμάκων ἔχουσι
8. συμμετρίας, ὁποῖαι αἱ τοῦ Ἀνδρομάχου δύο καὶ ἡ τοῦ
9. Ἥρα μία καὶ ἄλλων εἰσὶ πάμπολλαι, δι’ ἀσφάλτου μὲν ἄλλα
10. φάρμακα συντίθενται. καλεῖται δὲ τὸ μὲν ἕτερον αὐτῶν
11. Βάρβαρος, τὸ δ’ ἕτερον Κυζικηνὴ πλέον ἢ τὰ ἔναιμα ξηραίνουσα
12. βλάπτει μᾶλλον ἢ ὠφελεῖ, συντείνουσα τὰ μέλη
13. καὶ ὀδυνῶσα. τὸ δ’ ἕτερον φάρμακον ἐπιτήδειον, ὅταν γε
14. καὶ αὐτὸ συμμέτρως ᾖ κεκραμένον. ἔνια γὰρ καὶ τούτων
15. ἀμετρότερόν τε ξηραίνει καὶ σκληρὰ κατὰ τὴν σύστασίν
16. ἐστιν. ἀλλὰ περὶ μὲν τῆς τῶν τοιούτων φαρμάκων
17. διαφορᾶς, ἐν τοῖς περὶ τῆς συνθέσεως αὐτῶν ἐπὶ πλέον
1. λέγεται. τῶν δ’ ὑφ’ Ἱπποκράτους ἐφεξῆς εἰρημένων τὰ
2. πλεῖστά ἐστι σαφῆ τοῖς μεμνημένοις, ὧν ἔμπροσθεν εἶπον
3. ἐξηγούμενος, αὐτό τε τοῦτο τὸ περὶ ἄρθρων βιβλίον καὶ
4. πρὸς αὐτὸ τὸ περὶ ἀγμῶν. τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων
5. καὶ ὅσα ῥητίνῃ προσκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια
6. ἐκείνοις ἐστί. χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκῶν
7. τούτων γίνεται, πολὺν γὰρ χρόνον πλαδαρή. τίνα μὲν ὀλιγημερώτατα
8. λέγει τῶν ἐναίμων, οὐ χαλεπῶς ἐξευρήσεις,
9. εἴ γε μέμνησαι τῶν ἐν τῇ πρὸ ταύτης ῥήσει κατὰ τὴν
10. ἐξήγησιν εἰρημένων, δῆλον γὰρ ὅτι τὰ δι’ ὀλίγων
11. ἡμερῶν λυόμενα κέκληκεν οὕτως. δι’ ὀλίγων δ’ ἡμερῶν δεῖται
12. λύεσθαι τῶν προειρημένων ἀσθενέστερα· συγχωρεῖ γὰρ
13. ἀθροίζεσθαι περὶ τοῖς ἕλκεσιν ἰχῶρα πλείονα διὰ τὸ μὴ
14. ξηραίνειν αὐτάρκως. ἔνιοι δ’ αὐτῶν τῶν παλαιῶν ῥητίνῃ
15. προσκατελάμβανον ἔξωθεν οὐκ οἶδα τίνι λογισμῷ χρώμενοι.
16. πολλὰ γὰρ εἰπεῖν ἐγχωρεῖ, φυλαττομένου δ’ Ἱπποκράτους
17. ἅπαντα τὰ τοιαῦτα φάρμακα περιττὸν τὸ μηκύνειν· ἐν γὰρ
18. ταῖς περὶ τῶν φαρμάκων πραγματείαις, ὅσα χρὴ περὶ τούτων
19. ἐπίστασθαι διώρισται πάντα. νυνὶ δὲ περί τε τῶν
1. προκειμένων αὐτάρκως λέλεκται καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα
2. ἅπαντα ὑπερβήσομαι τοῖς μεμνημένοις τῶν προεξηγουμένων
3. ταῦτα σαφῆ.