Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.26, ed. Kühn, 1829, vol. 18a, p. 704-705. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.26


6. Ὁ αὐτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος
7. ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα
8. ἐξίσχῃ, ἤν τε εἰς τὸ εἴσω μέρος τῆς χειρὸς, ἤν τε εἰς
9. τὸ ἔξω. σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτε ἀποθανεῖται ἐν
10. ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ πρόσθεν εἴρηται,
11. ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ· οἷσι δ’
12. ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ
13. πλείονες περιγίνονται. ἰητρείη δὲ τοιαύτη τοῖσι τοιούτοισιν
14. ἐπιτηδείη οἵηπερ εἴρηται. τὸ δὲ σχῆμα αἰσχρὸν
15. τοῦ χωλώματος ἀνάγκη εἶναι καὶ τοὺς δακτύλους τῆς χειρὸς
16. ἀσθενέας καὶ ἀχρηΐους.

18. Ὥσπερ ὅλον τὸ μεταξὺ γόνατος καὶ ἀστραγάλου κνήμην
19. ὀνομάζει συγκείμενον ἐκ δυοῖν ὀστῶν, οὕτω καὶ τὸ
1. μεταξὺ βραχίονος καὶ καρποῦ πῆχυν, οὐδὲ τοῦθ’ ἓν ἁπλῶς
2. ὑπάρχον, ἀλλ’ ἐκ δυοῖν σύνθετον. ὀνομάζεται δὲ τὸ μὲν
3. ἕτερον αὐτῶν κερκὶς, τὸ δὲ ἕτερον ἰδίως πῆχυς, ὥσπερ γε
4. κἀπὶ τῆς κνήμης· τὸ δὲ κατ’ ἀγκῶνα, τῷ κατὰ γόνυ. χαλεπώτερα
5. δὲ ἀεὶ τὰ πάθη τῶν μειζόνων ἐστὶ μορίων, ἐάν
6. τε καταγῇ τι τῶν ἐν αὐτοῖς, ἐάν τε ἐξαρθρήσῃ. τοῦτ’ οὖν
7. ἐάν τις ᾖ μεμνημένος ὀλίγης τῆς ἐξηγήσεως εἰς τὰ μέλλοντα
8. ῥηθήσεσθαι δεηθήσεται.

Cliquer un n° de page pour en afficher l’image