5. Ὅσοισι δ’ ἂν κνήμης ὀστέον ἕλκος ποιησάμενον παρὰ τὸ
6. γόνυ ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ
7. εἴσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ
8. θάνατός ἐστιν ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν
9. ἕτοιμος ἐών. ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν
10. σωτηρίης οὕτω μόνως εἰσί. κινδυνωδέστερα δὲ ταῦτα
11. τῶν ὀστέων γίνεται, ὅσῳ ἂν ἀνωτέρω καὶ ὅσῳ ἂν ἰσχυρότερα
12. ἔῃ καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. ἢν δὲ τὸ
13. ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον
14. ἐξολισθῇ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν ἔτι βιαιότερον
15. θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων·
16. μὴ ἐμβληθὲν δὲ πολὺ ἀκινδυνωδέστερον ἢ τὰ πρόσθεν,
17. ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης.
1. Μαρτύριον οὐ σμικρόν ἐστι καὶ τοῦτο καὶ τὸ κατὰ
2. τὴν ἑξῆς ῥῆσιν ὑπ’ αὐτοῦ γεγραμμένον, ὧν ὀλίγον ἔμπροσθεν
3. εἶπον, ἐπὶ τῶν ἐξισχόντων ὀστῶν ἐπί τε τῆς κατὰ τὰ
4. σφυρὰ καὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. οὔτε γὰρ ὁ
5. ἀστράγαλος καὶ ἡ κνήμη κατὰ τὴν πρὸς τὸν πόδα διάρθρωσιν
6. ἐξίσχει τοῦ δέρματος, οὔθ’ ὁ καρπὸς ἐν τῇ πρὸς τὸν
7. πῆχυν, ἀλλ’ ἡ κνήμη μὲν ἐπὶ τοῦ σκέλους, ὁ πῆχυς δὲ ἐπὶ
8. τῆς χειρός. εἰκότως οὖν ἐξαρθρεῖν ταῦτα καὶ ὀλισθαίνειν
9. εἶπεν, ὡς ἂν ἔξω τῶν διαρθρώσεων γιγνόμενα. νῦν γοῦν
10. τὴν κνήμην ἐν τῇ πρὸς τῶν σφυρῶν διαρθρώσει φησὶν ἐξίσχειν
11. ἐνίοτε, ποτὲ μὲν ἔξω τῆς διαρθρώσεως, ποτὲ δ’ εἴσω,
12. καίτοι κατὰ τὴν ἑξῆς ῥῆσιν οὐ τὴν κνήμην, ἀλλὰ τὸν μηρὸν
13. ἐξίσχειν λέγων εἰκότως, ἐν μὲν τῇ κατὰ γόνυ διαρθρώσει
14. ποτὲ μὲν ἡ κνήμη φαίνεται, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν.
15. ἐν δὲ τῇ κατὰ τὸν πόδα διὰ παντὸς ἡ κνήμη, ὥσπερ γε
16. κἀν τῇ κατὰ τὸν καρπὸν ὁ πῆχυς. τὰ δ’ ἄλλα τῆς ῥήσεως
17. δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.