2. Ὁ ωὐτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων
3. καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος. ἃ γὰρ ἂν τούτων
4. ἐξαρθρήσαντα ἐξίσχῃ, ἕλκος ποιησάμενα πάντα, ἢν
5. ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ ἐλπίδα σωτηρίης.
6. χώλωσις δὲ τοῖσι περιγενομένοισι. θανατωδέστερα
7. δὲ τοῖσιν ἐμβαλλομένοισίν ἐστι τὰ ἀνωτέρω τῶν
8. ἄρθρων· ἀτὰρ καὶ τοῖσιν ἐμβαλλομένοισι κινδυνωδέστερα
9. αὐτὰ ταῦτα. εἰ δέ τινι τὰ ἀνωτέρω ἄρθρα ἐξαρθρήσαντα
10. ἕλκος ποιήσαντα ἐξίσχοι, ταῦτα δέ τι καὶ
11. ἐμβαλλόμενα ταχυθανατώτατα ἔῃ καὶ μὴ ἐμβαλλόμενα
12. κινδυνωδέστερα. ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ
13. δοκέει ἐπιτηδειοτάτη εἶναι· ὅσοισι δὲ ἄρθρα δακτύλων ἢ
14. ποδὸς ἢ χειρὸς ἐξαρθρήσαντα ἕλκος ποιήσαντα ἐξέσχε,
15. μὴ κατεηγότος τοῦ ὀστέου, ἀλλὰ κατ’ αὐτὴν τὴν ξύμφυσιν
16. ἀποσπασθέντος, τούτοισιν εἰ ἐμβληθέντα ἐμμένει, ἔνι
17. μέντοι κίνδυνος σπασμοῦ, ἢν μὴ χρηστῶς ἰητρεύωνται,
18. ὅμως δέ τι ἄξιον ἐμβάλλειν, προειπόντα ὅτι φυλακῆς
1. πολλῆς καὶ μελέτης δέεται· ἐμβάλλειν μέντοι ῥήϊστον καὶ
2. δυνατώτατον καὶ τεχνικώτατόν ἐστι τῷ μοχλίσκῳ, ὥσπερ
3. καὶ πρόσθεν εἴρηται ἐν τοῖσι κατεαγνυμένοισι καὶ ἐξίσχουσιν
4. ὀστέοισιν, ἔπειτα ἀτρεμέειν ὡς μάλιστα χρὴ καὶ κατακεῖσθαι
5. καὶ ὀλιγοσιτέειν. ἄμεινον δὲ καὶ φαρμακεῦσαι
6. ἄνω κούφῳ τινὶ φαρμάκῳ.
8. Εἰκότως εἶπεν ἄρθρων ἐνταῦθα κατὰ πλῆθος, ὥσπερ
9. ἐπὶ τῶν κατὰ τὸ γόνυ. περὶ μέντοι τοῦ περὶ τὸν καρπόν τε
10. καὶ τὸ σφυρὸν διερχόμενος, οὐκ εἶπεν ἄρθρα πληθυντικῶς.
11. ὅτι δὲ ἄρθρα πλείω κατὰ τοῦτο τὸ χωρίον εἰσὶν, ὑπὲρ οὗ
12. νῦν ὁ λόγος αὐτῷ πρόκειται, διὰ τοῦ τρίτου τῶν εἰς τὸ
13. περὶ ἀγμῶν ὑπομνημάτων ἐδήλωσε. τὸν αὐτὸν λόγον εἶναί
14. φησι τὸν νῦν ἐνεστῶτα τῷ προειρημένῳ περὶ τῆς κατὰ γόνυ
15. διαρθρώσεως· ὥσπερ γὰρ ἐκεῖ ποτὲ μὲν ἡ κνήμη, ποτὲ δὲ
16. ὁ μηρὸς ἐξίσχειν ἐλέχθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν
17. ἐνίοτε μὲν ὁ πῆχυς, ἐνίοτε δὲ ὁ βραχίων εἰς τὴν τοιαύτην
1. ἔρχεται διάθεσιν. ἃ δ’ ἐφεξῆς λέγει τούτοις, ἅπαντά ἐστιν
2. εὔδηλα.