14. Τὰ πλεῖστα τούτων ἰήσιμά ἐστιν, ἢν μὴ πάνυ ἡ ἔκκλισις
15. εἴη ἢ καὶ προαυξέων γεγονότων ἤδη παιδίων ξυμβῇ· ἄριστον
16. μὲν οὖν ὡς τάχιστα ἰητρεύειν τὰ τοιαῦτα πρὶν πάνυ
17. μεγάλην τὴν ἔνδειαν τῶν ὀστέων ἐν τῷ ποδὶ γενέσθαι,
18. πρίν τε πάνυ μεγάλην τὴν ἔνδειαν τῶν σαρκῶν τῶν κατὰ
19. τὴν κνήμην εἶναι.
1. Προαυξέων λέγει τῶν ἐπὶ πλέον ηὐξημένων, ὧν οὐχ
2. ὁμοίως ἐστὶν ἀνάπλαστος τῶν ὀστῶν οὐσία, καθάπερ τῶν
3. βρεφῶν διὰ μαλακότητα· πρόδηλον ἐκ τοῦδε περὶ τῶν
4. ἤδη γεγονότων αὐτὸν διαλέγεσθαι· εἰ δὲ καὶ περὶ τῶν ἔτι
5. κυουμένων οὐχ ὁμοίως δῆλον, ἀλλὰ πολλάκις τε διὰ τῶν ἔμπροσθεν
6. ἐμνημόνευσε καὶ τοῖς κυουμένοις ἐξαρθρήματα
7. γίγνεσθαι.