14. Κεκάμφθαι δὲ μᾶλλον ἢ ἐκτετάσθαι πᾶν τὸ σῶμα χρή.
15. προσδέχεσθαι μέντοι κατὰ τοὺς δακτύλους τὰ ἄρθρα τὰ
16. ἐμβαλλόμενα ἀποστατικὰ ἔσεσθαι· τὰ γὰρ πλεῖστα οὕτω
17. γίνεται, ἢν καὶ ὁτιοῦν φλεγμονῆς ὑπογένηται, ὡς εἰ μὴ
18. δι’ ἀμαθίην τῶν δημοτέων ἐν αἰτίῃ ἔμελλεν ὁ ἰητρὸς ἔσεσθαι,
1. οὐδὲν ἂν πάντως οὐδ’ ἐμβάλλειν ἔδει. τὰ μὲν οὖν
2. κατὰ τὰ ἄρθρα ὀστέα ἐξίσχοντα ἐμβαλλόμενα οὕτω κινδυνώδεά
3. ἐστιν ὡς εἴρηται.
5. Οὐ ταὐτόν ἐστιν ἐκτετάσθαι τε λέγειν καὶ ἐκτείνεσθαι,
6. καθάπερ οὐδὲ κεκάμφθαι καὶ κάμπτεσθαι· ἐκτετάσθαι
7. μὲν γάρ τις εἰπὼν τὸ κῶλον ἓν αὐτοῦ σχῆμα μόνον
8. δηλοῖ τὸ κατ’ εὐθυωρίαν οὐκ ἔχον τε τὸ μᾶλλον καὶ τὸ
9. ἧττον· κεκάμφθαι δὲ εἰπὼν πάντα τὰ μετὰ τὴν ἔκτασιν σχήματα
10. σημαίνει μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα μέχρι
11. τῆς ἐσχάτης καμπῆς. τὸ δέ γε ἐκτείνεσθαι καὶ κάμπτεσθαι
12. τῶν κινήσεων αὐτῶν ἐστι δηλωτικὸν ἐν τοῖς μετασχηματιζομένοις
13. κώλοις γιγνόμενον. τὸ μὲν ἐκτείνεσθαι κατὰ τοῦ
14. μεταξὺ τῆς τε ἐσχάτης καμπῆς καὶ τῆς ἀκριβοῦς ἐκτάσεως.
15. τὸ κάμπτεσθαι δ’ ἔμπαλιν ἄχρι τῆς ἄκρας ἐκτάσεως, ἄχρι
16. τῆς τελευταίας καμπῆς. νῦν οὖν ὁ Ἱπποκράτης εἰπὼν κεκάμφθαι
17. μᾶλλον ἢ ἄχρι τῆς τελευταίας καμπῆς, τὸ κατ’
18. εὐθυωρίαν μόνον παραιτεῖται· διὰ δὲ τοῦ κεκάμφθαι
1. πάντα τὰ μεταξὺ ταύτης τε καὶ τῆς ἐσχάτης καμπῆς, ἐν
2. οἷς ἀεὶ τὸ προσφορώτερον αἱρεῖσθαι προσήκει, ποτὲ μὲν
3. ἐλάχιστον ἀποχωροῦντα τῆς ἄκρας ἐκτάσεώς πως, ἔστιν ὅτε
4. καὶ πλέον. ὁπόταν δὲ χρῇ τούτων ἑκάτερον πράττειν, ἐκ
5. τῶν προειρημένων δυνήσῃ στοχάζεσθαι.