8. Ὅσα δὲ κατὰ τὰ ἄρθρα τὰ κατὰ τοὺς δακτύλους ἀποκόπτεται
9. τελείως, ταῦτα ἀσινέα τὰ πλεῖστά ἐστιν, ἢν μή
10. τις ἐν αὐτῇ τῇ τρώσει λειποθυμήσας βλαβείη.
12. Περὶ τῶν ἀποκοπτομένων ὀστῶν ἐντεῦθεν ἄρχεται διδάσκειν
13. σαφῶς ἅπαντα διεξιὼν, ὡς μὴ δεῖσθαι τῆς παρ’
14. ἡμῶν ἐξηγήσεως, ἀλλ’ ἀρκεῖ τοσοῦτόν μοι προειπεῖν, ὡς
15. ἀκολουθήσεις σχεδὸν ἅπασιν οἷς λέγει, σκοπὸν ἔχων ὅνπερ
16. κἀπὶ τῶν ἐξισχόντων ἄρθρων, ἃ καλεῖν ἔθος ἐστὶ
17. τοῖς νεωτέροις ἰατροῖς ἐκβυρσώματα. κατὰ γὰρ τὸ
1. μέγεθος τῶν ἄρθρων καὶ τὸ τοῦ κινδύνου μέγεθος, ὥσπερ
2. ἐπ’ ἐκείνων τονῦν, οὕτως ἐπὶ τῶν ἀποκοπτομένων ὀστῶν
3. εἴωθε γίγνεσθαι. προσθήσω δὲ κἀγὼ τῶν ἀσαφές τι δοκούντων
4. ἔχειν ἐξήγησιν.