7. Καὶ ἰητρείη φαύλη ἀρκέσει τῶν τοιούτων ἑλκέων· ἀτὰρ καὶ
8. ὅσα μὴ κατὰ τὰ ἄρθρα, ἀλλὰ κατ’ ἄλλην τινὰ ἴξιν τῶν
9. ὀστέων ἀποκόπτεται, καὶ ταῦτα ἀσινέα ἐστὶ καὶ ἔτι εὐαλθέστερα
10. τῶν ἑτέρων, καὶ ὅσα κατὰ τοὺς δακτύλους ὀστέα
11. κατεαγότα ἐξίσχει μὴ κατὰ τὸ ἄρθρον, καὶ ταῦτα ἀσινέα
12. ἐστὶν ἐμβαλλόμενα. ἀποκόψιες δὲ τέλειαι ὀστέων καὶ
13. κατὰ τὰ ἄρθρα καὶ ἐν ποδὶ καὶ ἐν χειρὶ καὶ ἐν κνήμῃ
14. τοῖσι παρὰ τὰ σφυρὰ καὶ ἐν πήχεϊ τοῖσι κατὰ τοὺς
15. καρποὺς, τοῖσι πλείστοισιν ἀποκοπτομένοισιν ἀσινέα γίνεται,
16. ὅσα ἂν μὴ αὐτίκα λειποθυμίη ἀνατρέψῃ ἢ τεταρταίοισιν
17. ἐοῦσι πυρετὸς ξυνεχὴς ἐπιγένηται. ἀποσφακελίσιες
18. μέντοι σαρκῶν καὶ ἐν τρώμασιν αἱμοῤῥόοισι γενομένοισιν
1. ἢ ἀποσφίγξεσιν ἰσχυραῖς καὶ ἐν ὀστέων κατήγμασι
2. γενομένοισι, πιεχθεῖσι μᾶλλον τοῦ καιροῦ, καὶ ἐν ἄλλοισι
3. δεσμοῖσι βιαίοισι ἀποληφθέντα ἀποπίπτει πολλοῖσι, καὶ οἱ
4. πολλοὶ περιγίνονται τῶν τοιούτων καὶ οἷσι μηροῦ μέρος
5. τι ἀποπίπτει καὶ τῶν σαρκῶν καὶ τοῦ ὀστέου καὶ οἷσι
6. βραχίονος. ἧσσον δὲ πήχεός τε καὶ κνήμης ἀποπεσούσης
7. καὶ ἔτι εὐφόρως περιγίνονται. οἷσι μὲν οὖν κατεαγέντων
8. ὀστέων ἀποσφακελίσιες αὐτίκα ἐγένοντο καὶ μελασμοὶ, τούτοισι
9. μὲν ταχεῖαι περιῤῥήξιες γίνονται τοῦ σώματος καὶ
10. τὰ ὑποπίπτοντα ταχέως ἀποπίπτει ἤδη τῶν ὀστέων προενδεδωκότων·
11. οἷσι δὲ ὑγιέων ἐόντων τῶν ὀστέων οἱ μελασμοὶ
12. γίνονται αἱ μὲν σάρκες ταχέως θνήσκουσι καὶ τούτοισι.
13. τὰ δὲ ὀστέα βραδέως ἀφίστανται, ᾗ ἂν τὰ ὅρια
14. τοῦ μελασμοῦ γένηται καὶ ἡ ψίλωσις τοῦ ὀστέου.
16. Λέλεκται δὲ πολλάκις ἤδη φαύλην ὀνομάζειν ἰατρείαν
17. τὴν ἀντικειμένην τῇ ἀκριβεῖ.