Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.34, ed. Kühn, 1829, vol. 18a, p. 717-718. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.34


2. Χρὴ δὲ ὅσα ἂν κατωτέρω τοῦ σώματος τῶν ὁρίων τοῦ μελασμοῦ
3. ἔῃ, ταῦτα ὅταν ἤδη πάμπαν τεθνήκῃ καὶ ἀνάλγεα
4. ᾖ, ἀφαιρέειν κατὰ τὸ ἄρθρον προμυθεόμενον ὅκως
5. μὴ τετρώσῃς· ἢν γὰρ ὀδυνηθῇ ἀποταμνόμενος καὶ μήπω
6. κηρήσῃ τὸ σῶμα τεθνεὸς ταύτῃ ᾗ ἀποτέμνεται, κάρτα
7. κίνδυνος ὑπὸ τῆς ὀδύνης λειποθυμῆσαι. αἱ δὲ τοιαῦται
8. λειποθυμίαι πολλοὺς παραχρῆμα ἤδη ἀπώλεσαν. μηροῦ
9. μὲν οὖν ὀστέον ψιλωθὲν ἐκ τοιούτου τρόπου ὀγδοηκοσταῖον
10. εἶδον ἀποστάν. ἡ μέντοι κνήμη τούτῳ τῷ ἀνθρώπῳ
11. κατὰ τὸ γόνυ ἀφῃρέθη εἰκοσταίη, ἐδόκεε δέ μοι
12. καὶ ἐγγυτέρω. οὐ γὰρ ἅμα, ἀλλ’ ἐπὶ τὸ προμηθέστερον
13. ἔδοξέ μοί τι ποιέειν· κνήμης δὲ ὀστέα ἐκ τοιούτου μελασμοῦ
14. μάλα κατὰ μέσην τὴν κνήμην ἐόντα, ἑξηκοσταῖά
15. μοι ἀπέπεσεν, ὅσα ἐψιλώθη αὐτῶν. διενέγκοι μὲν γὰρ
16. ἄν τι καὶ ἰητρείη ἰητρείης ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον
17. τὰ ὀστέα ψιλούμενα ἀποπίπτειν. διενέγκοι δ’ ἄν τι
18. καὶ πίεξις πιέξιος καὶ ἐπὶ τὸ ἰσχυρότερόν τε καὶ ἀσθενέστερον
19. καὶ ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον
1. ἀπομελανθέντα ἀποθανεῖν τὰ νεῦρα καὶ τὰς σάρκας καὶ τὰς
2. ἀρτηρίας καὶ τὰς φλέβας. ἐπεὶ ὅσα μὴ ἰσχυρῶς ἀποληφθέντα
3. θνήσκει, ἔνια τῶν τοιουτέων οὐκ ἀφικνέεται ἐς ὀστέων ψιλώματα,
4. ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει, ἔνια δὲ οὐδὲ ἐς νεύρων
5. ψιλώματα ἀφικνεῖται, ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει, διά
6. γ’ οὖν ταύτας τὰς προφάσιας οὐκ ἔστιν ἓν ὄνομα ἀριθμοῦ
7. τῷ χρόνῳ θέσθαι, ἐν ὁκόσῳ ἕκαστα τούτων κρίνεται.

9. Προειρηκὼς ὅτι μελαινομένων καὶ φθειρομένων τῶν
10. περικειμένων τοῖς ὀστοῖς σαρκῶν ἀναγκαῖόν ἐστι καὶ τοῖς
11. γυμνωθεῖσιν αὐτῶν ὀστοῖς τῷ χρόνῳ ταὐτὸν συμβῆναι καὶ
12. διὰ τοῦτο κελεύσας ἀποκόπτειν αὐτὰ, νῦν συμβουλεύει τὴν
13. ἀφαίρεσιν ποιεῖσθαι, μὴ ψαύοντα τῶν ὑγιῶν, ὅπως μὴ διὰ
14. τὴν ὀδύνην ὁ κάμνων λειποθυμήσας ἰσχυρῶς δυσανακόμιστος
15. γένηται. κατ’ ἄρθρον δὲ μᾶλλον, εἰ οἷόν τε, ποιεῖσθαι
16. κελεύει τὴν ἀφαίρεσιν ἕνεκα τοῦ τάχους. ἐν μέσοις γὰρ
17. τοῖς κώλοις χρόνος τρίβεται τῶν ὀστέων ἐκκοπτομένων, ἐπὶ
18. δὲ τῶν ἄρθρων ἄνευ τοῦ ψαῦσαι τῶν ὀστῶν, ἀποκόπτεται
19. τὸ πεπονθὸς μέρος τοῦ κώλου.

Cliquer un n° de page pour en afficher l’image