2. Προσδέχεσθαι δὲ μάλα χρὴ τοιαῦτα ἰήματα. ἐπιδέειν γὰρ
3. φοβερώτερά ἐστιν ἤ τινι ἰητρεύειν καὶ ἰητρείη πραείη
4. ἀρκέει πᾶσι τοιούτοισι· αὐτὰ γὰρ ἑωυτὰ κρίνει μόνον·
5. τῆς τε διαίτης ἐπιμελέεσθαι χρὴ ὡς κατὰ δύναμιν ἀπύρετος
6. ἔῃ.
8. Οὐ μόνον τῶν καμνόντων ἀεὶ φαίνεται κηδόμενος
9. ὁ Ἱπποκράτης, ἀλλὰ καὶ τῶν ἰατρῶν ὡς ἀνέγκλητοι
10. μὲν ἀεὶ παρὰ τοῖς κάμνουσιν ὦσιν, εὐδοκιμῶσι δὲ τὰ πλεῖστα.
11. διὰ τοῦτ’ οὖν ἐπισημαίνεταί τε καὶ διορίζεται τὰ
12. κατὰ φαντασίαν μεγάλα πάθη τῶν κατὰ δύναμιν. ἐπὶ μὲν
13. οὖν τῶν κατὰ δύναμιν ἰσχυρῶν, οὐ μὴν φαινομένων γε τοιούτων,
14. ἀποδιδράσκειν κελεύει. προΐεσθαι δὲ τὰ κατὰ φαντασίαν
15. μεγάλα, καθάπερ καὶ ταυτὶ τὰ νῦν περὶ ὧν ὁ λόγος. ὅταν
16. γὰρ ἀκριβῶς τι νεκρωθῇ μέρος, οὐκέτι συμπάθειαν ἰσχυρὰν
17. ἄγει τὰ πλησιάζοντα. ταῦτ’ οὖν ἐὰν ἀποκόψῃς, τὸν ἐν
1. τῇ χειρουργίᾳ τῆς λειποθυμίας φυλαξάμενος κίνδυνον οὐκέτι
2. οὐδὲν ἀκολουθήσει δυσχερές.