5. Καὶ ἐν σχήμασι δικαίοισιν εὐθετίζειν τὸ σῶμα. δίκαια δὲ
6. καὶ ταῦτα μηδὲ μετεωροποιέειν, μηδὲ ἐς τὸ κάτω ῥέπειν,
7. ἀλλὰ μᾶλλον ἐς τὸ ἄνω ποτὶ καὶ ἔστ’ ἂν τελείως περιῤῥαγῇ·
8. αἱμοῤῥαγιέων γὰρ ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος·
9. διὰ τοῦτο γοῦν οὐ χρὴ κατάῤῥοπα ποιέειν τὰ τραύματα,
10. ἀλλὰ τἀναντία.
12. Πολλάκις ἤδη μοι λέλεκται τὸ δίκαιον ἐπὶ τοῦ
13. κατὰ δύναμιν ἴσου λέγειν ὁ Ἱπποκράτης. ἔστι δὲ τοῦτο
14. ταὐτὸ τῷ κατὰ τὴν ἀξίαν ἑκάστου. τοιοῦτο δέ τι καὶ τὴν
15. δικαιοσύνην ἴσμεν οὖσαν. ὅσον μὲν οὖν ἐπὶ τοῖς μυσὶ δίκαιον
16. σχῆμά ἐστιν, ἐν ᾧ μηδετέρως τείνονται, μήθ’ οἱ κάμπτοντες
17. μήθ’ οἱ ἐκτείνοντες τὸ κῶλον· ὅσον δ’ ἐπὶ τὸ κάταντες
18. ἢ ἄναντες ἀποθέσθαι τὸ μόριον, ἴσον μὲν ἄν τῳ
1. δόξειε τὸ μέσον ἀναῤῥόπου τε καὶ καταῤῥόπου, τουτέστι τὸ
2. κατ’ εὐθεῖαν γραμμὴν ἐκτεταμένον ἀκριβῶς εἶναι δίκαιον.
3. καὶ ὅταν γε μηδεὶς ᾖ κίνδυνος αἱμοῤῥαγίας, ἐὰν εὐφορώτερον
4. ᾖ τοῦτο τῷ κάμνοντι, προαιρετέον αὐτό· καὶ λέλεκταί γε
5. περὶ τούτου μικρὸν ἔμπροσθεν, ἡνίκα περὶ τῶν ἐκβυρσωμένων
6. ὁ λόγος ἦν. νυνὶ δ’ ἐπὶ τῶν ἀποκοπτομένων ὀστῶν,
7. ὥσπερ ἐπὶ τῇ χειρουργίᾳ κίνδυνος, ὡς ἂν ἀλγήσαντα σφοδρῶς
8. τὸν κάμνοντα λειποθυμῆσαι. οὕτως μετὰ τὴν χειρουργίαν
9. ἕτερος εἷς κίνδυνός ἐστιν ὁ τῆς αἱμοῤῥαγίας, ὅταν ἀποπέσῃ
10. τὰ σεσηπότα μόρια τοῦ σώματος εἰωθὼς γίνεσθαι.
11. πρόδηλον δ’ ὅτι τὸ κατάῤῥοπον σχῆμα πρὸς αἱμοῤῥαγίας
12. ἐστὶν ἑτοιμότατον καὶ ὅσον ἐπὶ τὸ φυγεῖν ἀκριβῶς τε ἄμα
13. καὶ ἀσφαλῶς τὸν ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον, ἐχρῆν ἀνάῤῥοπον
14. ἀποσχηματίζειν τὸ ἀποκεκομμένον κῶλον, ἀλλ’ ἐπὶ
15. τοῦτ’ ἐπώδυνον τὸ σχῆμα, διὰ τοῦτ’ ἀνάῤῥοπον αὐτὸ μετρίως
16. σχηματίζομεν. εὔδηλον δ’ ὅτι καὶ κατ’ αὐτὴν τὴν ῥῆσιν
17. αὐξῆσαι βουλόμενος τὸν λόγον ἐχρήσατο τῇ ποτὶ φωνῇ, ὡς
1. εἰ καὶ οὕτως εἶπε, μηδὲν μετέωρον ποιεῖν μηδὲ ἐς τὸ κάτω
2. ῥέπον, ἀλλὰ μᾶλλον ἄνω καὶ μάλισθ’ ὅταν τελέως περιῤῥαγῇ
3. τὰ σεσηπότα. τῶν γὰρ αἱμοῤῥαγιῶν ἐν τούτῳ τῷ χρόνῳ
4. κίνδυνος.