7. Ἐπεὶ ὅταν γε ὁ χρόνος ἐγγένηται πλείων καὶ καθαρὰ τὰ ἕλκεα
8. γένηται, οὐκέτι ταῦτα τὰ σχήματα ἐπιτήδειά ἐστιν,
9. ἀλλ’ ἡ εὐθεῖα θέσις καὶ ἐνίοτε ἐπὶ τὸ κατάῤῥοπον ῥέποντα·
10. ἀνὰ χρόνον γὰρ ἐνίοισι τούτων ἀποστάσιες ὀστέου
11. γίνονται καὶ ὑποδεσμίδων δέονται.
13. Ὥσπερ ὁπόταν τὰς αἱμοῤῥαγίας ἐφυλάττετο τὴν εὐθεῖαν
14. θέσιν τοῦ κώλου, καίτοι μέσην τε καὶ δικαίαν οὖσαν,
15. ἐπὶ τὸ ἀνάῤῥοπον ἦγεν εἰς τοσοῦτον ἄχρι τοῦ χωρὶς ὀδύνης
16. τοῦ κάμνοντος ἀναταθῆναι τὸ κῶλον, οὕτως νῦν ἐνίοτε μετρίως
17. κατάῤῥοπον ἀξιοῖ σχηματίζεσθαι τὸ κῶλον ἕνεκα τῆς
18. ἐκκρίσεως τῶν ἰχώρων. ὅπου γὰρ οὔθ’ αἱμοῤῥαγίας ἐστὶ
1. κίνδυνος οὔτε συμπαθείας οὔτε φλεγμονῆς, ἤδη ὄντα καθαρὰ
2. τὰ ἕλκη μόνης ἐπουλώσεως χρήζει, περὶ παντός ἐστι
3. ποιητέον, ὡς μήτε πῦον ὑφίσταται τότε μήτε ἰχώρ τις λεπτὸς,
4. ἀλλ’ ἀποῤῥέει πάντα. κολπωθέντος μέντοι τινὸς αὐτόθι
5. μέρους, εἴωθε γὰρ ἐνίοτε καὶ τοῦτο γίγνεσθαι, τῶν
6. ἰχώρων ἀναβιβρωσκόντων ἐκεῖνα τὰ μόρια, ἃ κατ’ ἐκεῖνον
7. τὸν χρόνον ἐν ᾧ διὰ τὸν φόβον τῆς αἱμοῤῥαγίας
8. ἀνάῤῥοπον ἡγούμεθα σχῆμα, χρείας ἕξομεν ὑποδεσμίδων αἷς
9. προστελοῦμεν τὸν κόλπον. ἡ δ’ ἐπίδεσις ἐν τῷ τοιούτῳ
10. καιρῷ κατὰ τὸν ἐναντίον γίνεται τρόπον ἁπάσαις ταῖς ἔμπροσθεν
11. εἰρημέναις. ἐπ’ ἐκείνων μὲν γὰρ ἐκ τῶν κάτω
12. μερῶν ἀρχόμενοι τελευτῶμεν ἄνω. κατὰ δὲ τὰς νῦν προκειμένας
13. διαθέσεις, ἐφ’ ὦν ἐκκρίνεσθαι βουλόμεθα τὸ πῦον
14. ἄνωθεν, ἀρχομένους ἐπὶ τὰ κάτω χρὴ νέμεσθαι παυομένους
15. ἀνωτέρω βραχεῖ τοῦ κατὰ τὸν κόλπον στόματος, ἵν’ ἐκ μὲν
16. τοῦ πυθμένος αὐτοῦ πᾶν ἐκθλίβηται διὰ τῆς εἰρημένης
17. ἐπιδέσεως, ἀνεῳγμένου δὲ τοῦ στόματος εὐθέως ἐκρέῃ.