Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.38, ed. Kühn, 1829, vol. 18a, p. 724-728. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.38


2. Προσδέχεσθαι δὲ χρὴ τοὺς τοιούτους ἀνὰ χρόνον ὑπὸ δυσεντερίης
3. πιέζεσθαι· καὶ γὰρ ἐπὶ τοῖς μελαινομένοισι τοῖσι
4. πλείστοισι ἐπιγίνεται δυσεντερίη καὶ ἐπὶ τῇσιν αἱμοῤῥαγίῃσιν
5. ἐξ ἑλκέων. ἐπιγίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ κεκριμένων
6. ἤδη καὶ τῶν μελασμῶν καὶ τῆς αἱμοῤῥαγίης.

8. Τὴν τῆς δυσεντερίας προσηγορίαν ἔοικεν ὁ Ἱπποκράτης
9. οὐ κατὰ τῆς τῶν ἐντέρων ἑλκώσεως ἐπιφέρειν, ὡς οἱ
10. πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ κατὰ τῆς αἱματώδους ἐκκρίσεως
11. διὰ τῶν ἐντέρων γιγνομένης, ὥστε καὶ ὅταν ἀῤῥωστίᾳ τοῦ
12. ἥπατος αἱματώδη διαχωρῆται καὶ τότε ὀνομάζεσθαι δυσεντερίαν
13. τὸ πάθος, ὅπερ καὶ φαίνεται γιγνόμενόν τε καὶ λεγόμενον
14. ὑπὸ τῶν ἰατρῶν. καὶ πολλοὺς ἴστε τῶν οὕτω πεπονθότων
15. ἀπολλυμένους ἀγνοίᾳ τῶν θεραπευόντων. ἐπεὶ δ’
16. ἐνίοτε διὰ τὴν τῶν ἐξιόντων δριμύτητα συνεκκρίνηταί τις
17. ἅμα τοῖς διαχωρήμασι κατ’ ἀρχὰς, ἀμελῇ δὲ τοῦ χρόνου
18. προϊόντος ἤδη καὶ τῶν ἐντέρων αὐτῶν ξύσματα διὰ τοῦ
1. θεραπεύειν ὡς ἕλκωσιν ἐντέρων μόνην, οἱ πολλοὶ τῶν ἰατρῶν
2. ἀμελοῦντες τοῦ ἥπατος αἴτιοι θανάτου τοῖς κάμνουσιν ἐγένοντο.
3. νόσημα μὲν οὖν ἐστιν ἥ τε τοῦ ἥπατος ἀῤῥωστία καὶ
4. ἡ τῶν ἐντέρων ἕλκωσις. κοινὸν δὲ σύμπτωμά ἐστιν ἡ διὰ
5. τῆς ἕδρας ἔκκρισις αἱματώδης οὐ κατὰ τὰς εἰρημένας αἰτίας
6. γιγνομένη· καὶ γὰρ διὰ πλῆθος αἵματος ἀναστομουμένων
7. εἰς ἔντερα φλεβῶν αἱματώδη διαχωροῦσιν, ὡς εἶναι τὸ
8. πάθημα παραπλήσιον αἱμοῤῥοΐσι, μόνῳ διαφέρον τῷ κατὰ
9. μὲν τὴν ἕδραν ἐκείνας γίγνεσθαι, κατὰ δὲ τὰς τῶν ἐντέρων
10. ἕλικας ἀναστομοῦσθαι τὰς φλέβας ἐπὶ τούτων ἢ καὶ κατὰ
11. τὸ ἀπευθυσμένον μὲν αὐτὸ, πόῤῥω μέντοι τῆς ἕδρας ἄνω
12. κατὰ τὴν ἀρχὴν αὐτοῦ καὶ πολλοὺς εἴδομεν τοῦτο
13. πάσχοντας ὧν ἀπεκόπη τι κῶλον, ἀλλὰ καὶ ὅσοι κατέλυσαν
14. ἀθρόως ἰσχυρὰ γυμνάσια κατὰ τὸν ἔμπροσθεν χρόνον εἰθισμένα,
15. τινὲς μὲν ἀθλήσαντες, ἔνιοι δὲ σκάπτοντες ἢ τοιοῦτόν
16. τι φιλοπόνως ἐργαζόμενοι· ἐὰν γὰρ μὴ συγκαταλύσωσι
17. τοῖς γυμνασίοις καὶ τὸ πλῆθος τῆς ἐδωδῆς, ἣν ὅτ’ ἐπόνουν
18. ἐποιοῦντο, τινὲς μὲν ἐν τάχει πληθωρικοῖς ἁλίσκονται νοσήμασιν,
1. ἔνιοι δὲ εὐτυχέστερον πράξαντες τῷ ὑφ’ Ἱπποκράτους
2. εἰρημένῳ συμπτώματι δυσεντερίας· οὕτω γὰρ ὠνόμασεν,
3. ὡς ἔφην, τὴν διαχώρησιν τοῦ αἵματος. ἐνίους δὲ ἤδη οἶδα
4. τῇ διὰ ῥινῶν αἱμοῤῥαγίᾳ σωζομένους, ἄλλους δὲ ἁλισκομένους
5. χολέρᾳ, καὶ γίνεται πᾶσιν αἷμα ἐκ περιόδου τοῦ πάμπαν,
6. ἴσως ὡς ἔγγιστα τῷ χρόνῳ τὰ τοιαῦτα συμπτώματα.
7. κακωθέντες γὰρ ἐπὶ ταῖς ἀθρόαις κενώσεσι καὶ καταψυχθέντες
8. οὐ προσέχουσι τῇ μετὰ ταῦτα διαίτῃ. πάλιν
9. δ’ ἀφυλάκτως διαιτώμενοι πάλιν πλῆθος ἀθροίζουσιν ἴσον
10. τῷ πρόσθεν ἐν ἴσῳ χρόνῳ. κοινὴν οὖν αἰτίαν ἁπάντων
11. τῶν οὕτω πασχόντων ἐροῦμεν εἶναι πληθώραν ἐκκενουμένην
12. διὰ φλεβῶν ἀναστομώσεως ἢ κατὰ ῥῖνας ἢ καθ’ ἕδραν ἢ
13. κατ’ ἔντερα γινομένης. αὐτὴν δὲ τὴν πληθώραν ἀθροίζεσθαι
14. τοῖς ἐσθίουσι μὲν, ὡς ἔμπροσθεν ἤσθιον δαψιλῶς, μὴ
15. δαπανοῦσι δὲ τὸ ἐκ τῆς τροφῆς ἀθροιζόμενον αἷμα. τούτῳ
16. τῷ λόγῳ κοινῷ πάντων ὄντι τῶν οὕτω πασχόντων ὑποπέπτωκε
17. καὶ τὰ ὑφ’ Ἱπποκράτους εἰρημένα. οἶς γὰρ ἀπεκόπη
18. τι κῶλον ἡ πρότερον εἰς αὐτὸ παραγενομένη τροφὴ κατὰ
1. τὰς φλέβας ἀθροιζομένη πλῆθος αἵματος ἐργάζεται. συμβουλεύειν
2. δὲ χρὴ τοῖς τοιούτοις ἅπασιν ἐλάττω τ’ ἐσθίειν
3. ἢ πρόσθεν, ὀλιγότροφά τε ταῦτα εἶναι καὶ συνεχῶς ὑπάγειν
4. γαστέρα, γυμνάζεσθαί τε καθόσον ἂν δύναιντο καὶ τρίβεσθαι
5. πλείω καὶ μὴ λούεσθαι μετὰ τροφὴν, ἀλλὰ πρὸ τροφῆς
6. πολλάκις. εἰ δὲ καὶ διαφορητικοῖς ὕδασιν ἔχοιεν χρῆσθαι,
7. κάλλιστα οὕτω πράττοιεν. ταῦτα μὲν οὖν εἴρηταί μοι
8. κατὰ τὸ πάρεργον οὐκ ὄντα πάρεργα. διὰ τί δὲ καὶ τῶν αἱμοῤῥαγησάντων
9. ἰσχυρῶς ἐνίοις ἐπιγίγνεται μετά τινα χρόνον
10. ἡ τοιαύτη δυσεντερία, προσθεῖναι χρὴ τῷ λόγῳ· συμβαίνει
11. δὴ καὶ τούτοις τοιοῦτον, ἐπὶ ταῖς σφοδραῖς αἱμοῤῥαγίαις
12. καταψύχεται τὸ σῶμα καὶ διὰ τοῦθ’ ἧττον ἢ πρόσθεν
13. ἐκκενοῦται διὰ τοῦ δέρματος. ὑπομένον δὲ ἐν τῷ σώματι
14. τὸ μὴ κενούμενον αὐξάνει τὸ πλῆθος τοῦ αἵματος, ἐφ’ ᾧ
15. καθότι δέδεικται πρόσθεν αἵ τε χολέραι καὶ αἱ διὰ ῥινῶν
16. αἱμοῤῥαγίαι καὶ αἱματώδεις δυσεντερίαι γίγνονται· καὶ γὰρ
17. οὕτως αὐτὰς ὀνομάζω ἕνεκα σαφοῦς διδασκαλίας. ἕπονται
18. δ’, ὡς ἔφην, αἵματος πλήθει διὰ ῥώμην μᾶλλον οὐκ ἀῤῥωστίαν
1. ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ τῆς φύσεως ὁρμώσης ἔμπαλιν
2. ἢ ἐπὶ τῶν ἡπατικῶν ἔχει διαθέσεων. ἐν ἐκείναις γὰρ
3. ἀῤῥωστία τοῦ ἥπατος αἱματώδη δι’ ἐντέρων ὑπέρχεται. ἐὰν
4. μὲν ἤτοι δι’ αἱμοῤῥοΐδων ἢ διὰ τῶν εἰς ἔντερα καθηκουσῶν
5. φλεβῶν ἢ διὰ τῶν εἰς τὰς ῥῖνας ἡ φύσις ἰσχύσῃ τὸ περιττὸν
6. ἐκκρῖναι, σὺν εὐτυχίᾳ τοῦ πληθωριῶντος ἡ κένωσις ἐγένετο·
7. μὴ δεξαμένων δὲ τῶν ἐνταῦθα χωρίων τὸ πλῆθος,
8. ἀλλ’ ἐπὶ θώρακα καὶ πνεύμονα ῥυέντος αὐτοῦ, χαλεπὸν ἤδη
9. τὸ πάθημα. δυοῖν γὰρ θάτερον περιπλευμονίαις τε καὶ
10. πλευρίτισιν ἢ ἀναγωγαῖς αἵματος οἱ τοιοῦτοι περιπίπτουσι.

Cliquer un n° de page pour en afficher l’image