13. Καὶ ὁρμᾶται μὲν λαύρως καὶ ἰσχυρῶς, ἀτὰρ οὔτε πολυήμερος
14. γίνεται οὔτε θανατώδης, οὔτε γὰρ μάλα ἀπόσιτοι
15. γίνονται οἱ τοιοῦτοι οὔτε ἄλλως ξυμφέρει κενεαγγέειν.
1. Οὐχ ὡς ἱστορίαν γράφων τῶν συμβαινόντων τοῖς οὕτω
2. κάμνουσιν, ὥσπερ ὁ Θουκυδίδης, ἡνίκα διηγεῖται τὸν λοιμὸν,
3. ἀλλ’ ἕνεκα διορισμοῦ τῶν ἐφ’ ἑτέραις αἰτίαις γιγνομένων
4. δυσεντεριῶν, ταῦτα προσέθηκεν ὁ Ἱπποκράτης, ὥστ’ εἰ
5. μὴ καὶ τῆς προκειμένης πραγματείας ἴδιός ἐστιν ὁ λόγος,
6. οὐδὲν χεῖρον αὐτὸν ἐξεργάσασθαι παμπόλλων ἰατρῶν ἀδυνατούντων
7. διακρῖναι τὰς διαθέσεις, ἐφ’ αἷς ἐκκρίσεις αἵματος
8. γίγνονται. νομίζουσι γοῦν ἔνιοι πάσας αὐτὰς ἑλκώσεσιν
9. ἐντέρων ἕπεσθαι, μεγάλως σφαλλόμενοι. ἡ μὲν οὖν
10. ἀπὸ τῶν αἱμοῤῥοΐδων ἔκκρισις οὐδ’ αὐτοὺς τοὺς κάμνοντας
11. λανθάνει. τῶν δ’ ἄνωθεν ἐπὶ τὴν ἕδραν ἀφικνουμένων
12. αἱματωδῶν ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς ἥκει, τινὰ δὲ προηγήσατό
13. τι τοιοῦτον, εἰ ἐξαίφνης διαχωρήσειεν αἷμα πολὺ, γιγνώσκειν
14. ἀναστόμωσιν ἀγγείου γεγονέναι τῆς φύσεως τὸ βαρῦνον
15. αὐτὴν ἀποκρινούσης. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ
16. ἡ νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη δυσεντερία λάβρως ὁρμᾶται
17. καὶ ταχέως παύεται, μετὰ τοῦ μηδ’ ἀνορέκτους τοὺς
1. κάμνοντας ἰσχυρῶς γίγνεσθαι, καθάπερ ὅταν ἥπατος ἀῤῥωστοῦντος
2. ἐκκρίσεις ἕπονται τοιαῦται. σπανιώτερον μὲν οὖν
3. ἡπατικὴ διάθεσις ἀπὸ τοιαύτης ἄρχεται κενώσεως. ὡς τὸ
4. πολὺ γὰρ οἷον κρεῶν πλύμα ἰχῶρες αἵματος λεπτὸν ἐκκρίνονται
5. κατ’ ἀρχὰς αὐτοῖς. ἄρχεται μὲν οὖν ἐνίοτε καὶ σὺν
6. ἀθρόᾳ κενώσει τοῦ αἵματος, ὅταν ποτὲ συνέλθῃ πληθωρικὴ
7. διάθεσις ἀῤῥωστίᾳ τοῦ σπλάγχνου. μετὰ δὲ τὴν ἀρχὴν
8. ὁποτέρως ἂν γενομένη ἅμα τῷ καὶ ἀνορεκτεῖν ἐσχάτως
9. αὐτοὺς ἐκκρίνεται, ποτὲ μὲν αἷμα καθαρὸν οὐ πολὺ, ποτὲ δὲ
10. καὶ μετὰ χολῆς ξανθῆς ἅμα ταῖς τῶν ἐντέρων ἀποξυομέναις
11. πιμελαῖς, εἶτά που καὶ μετὰ ταῦτα καὶ οἷον τρὺξ αἵματος,
12. ἡνίκα δὴ κακῶς ἔχει τὸ σπλάγχνον, παχύς. ἐπὶ δὲ ταῖς
13. τοιαύταις ἐκκρίσεσι καὶ μάλισθ’ ὅταν ἔχωσί τι καὶ χολῆς
14. αὐτῶν τῶν ἐντέρων συνεκκρίνεται τὰ μόρια τὰ καλούμενα
15. ξύσματα ἐπιπολῆς αὐτῶν ἀποξυούσης τῆς δριμύτητος τῶν
16. ἐντέρων διαχωρουμένων· ἐπὶ μὲν οὖν τῶν τοιούτων λεπτοτάτης
17. διαίτης ἐστὶ χρεία, τοῖς δὲ τὸ πλεονάζον ἐκκρίνουσιν
1. αἷμα, βέλτιόν ἐστι διδόναι τροφὴν σύμμετρον ἐῤῥωμένου
2. τοῦ ἥπατος καὶ κρατεῖν αὐτῆς δυναμένου.