10. Τρόπος μὲν οὖν κυλλώσιος οὐχ εἷς, ἀλλὰ πλείονες. τὰ πλεῖστα
11. μὲν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι’ ἔθος
12. σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα.
14. Ὡς τὸ πολὺ μὲν ἐπὶ τῶν καθ’ ἕκαστον διαφερόντων,
15. ὑπὲρ οὗπερ ἂν ἑκάστοτε τύχῃ διαλεγόμενος, εἴωθεν
16. ἐπιφέρειν τρόπος ὄνομα. δύναταί γε μὴν νῦν καὶ περὶ τῆς
17. γενέσεως τῶν κυλλωμάτων λέγειν, ὅτι κατὰ πολλοὺς γίνεται
18. τρόπους· καὶ γὰρ τὸ ἐπιφερόμενον ἀμφοτέροις μαρτυρεῖ
1. λέγοντος αὐτοῦ, τὰ πλεῖστα μὲν οὐκ ἐξηρθρηκότα παντάπασιν,
2. ἀλλὰ δι’ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς
3. κεκυλλωμένα. ἐκ μὲν γὰρ τοῦ φάναι, μὴ ἐξηρθρηκότα τελέως
4. ἕνα τινὰ τρόπον ἐδήλωσε τοῦ πάθους. ἐκ δὲ τοῦ δι’
5. ἔθος σχήματος ἁπαλά τε ὄντα καὶ οἷον κηροειδῆ τὰ τῶν
6. βρεφῶν ὀστᾶ διαστρέφεσθαι μοχθηρῶς ὑπὸ τῶν τροφῶν
7. σχηματιζόμενα κατατιθεμένων ἐν τοῖς λίχνοις παρεστραμμένα
8. πως ἢ καὶ περιηγμένα πλέοσιν ἐπιβλήμασιν ἢ θλώμενα
9. πρός τινων, ὑφ’ ὧν ἁπάντων αἱ διαστροφαὶ γίνονται.