Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.40, ed. Kühn, 1829, vol. 18a, p. 731-736. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.40


5. Μηροῦ δὲ ὀλίσθημα κατ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν ἐς
6. τὸ εἴσω μέρος ὠλισθήκῃ.

8. Κατεγνώκασιν Ἱπποκράτους ἐπεμβαλεῖν τὸ κατ’ ἰσχίον
9. ἄρθρον, ὡς ἂν ἐκπίπτον αὐτίκα πρῶτος μὲν Κτησίας ὁ Κνίδιος
10. συγγενὴς αὐτοῦ· καὶ γὰρ αὐτὸς ἦν Ἀσκληπιάδης τὸ γένος,
11. ἐφεξῆς δὲ Κτησίου καὶ ἄλλοι τινές. διττῆς οὖν οὔσης κρίσεως
12. ἁπάντων τῶν τοιούτων πραγμάτων τῆς μὲν ἑτέρας,
13. ὅταν αὐτόπτης τις γένηται τοῦ ζητουμένου, τῆς δ’ ἑτέρας
14. ὅταν ἐκ τῆς φύσεως αὐτοῦ μὴ περιμένων μακρὰν πεῖραν
15. ἐνδεικτικῶς ἀποφαίνηταί τι, καὶ ἡμεῖς ἀμφοτέρας ποιησόμεθα.
16. τὸ μὲν οὖν τῆς φύσεως τοῦ πράγματος ἐστὶ τοιόνδε.
17. κατὰ τὴν διάρθρωσιν ταύτην ἰσχυρότατός ἐστι σύνδεσμος,
1. στρογγύλος, ἐγκατακεκρυμμένος αὐτῇ, συνάπτων τὴν κορυφὴν
2. τῆς κεφαλῆς τοῦ μηροῦ τῷ βαθυτάτῳ τε καὶ κοιλοτάτῳ
3. μέρει τῆς κοτύλης, ὥστε καὶ μὴ τεθέαταί τις
4. τὸν κίνδυνον, ἀλλ’ ἐκ ταύτης γε τῆς διηγήσεως ἀκόλουθον
5. αὐτὸ νοῆσαι βραχὺν εἶναι κατὰ μῆκος αὐτὸν, ὅπου
6. ὁ μηρὸς ἐνστρέφεται ἀεὶ, καθάπερ ὁ Ἱπποκράτης εἶπεν·

7. Ἰσχίῳ ἐνστρέφεται.

8. μηδέποτ’ ἐκτὸς ὑπερβαίνων τὴν ὀφρὺν τῆς κοτύλης ἀναγκαῖον
9. ἐλάχιστον εἶναι τῷ μήκει τὸν σύνδεσμον. οὗτος οὖν
10. αὐτός ἐστιν ὁ κωλύων ἐκπίπτειν τὸν μηρὸν, ἄχρι περ ἂν ἔχῃ
11. κατὰ φύσιν. ἐγχωρεῖ δ’ αὐτὸν οὐκ ἀποῤῥαγέντα μόνον,
12. ἀλλὰ καὶ δι’ ὑγρότητα πολλὴν ἀθροισθεῖσαν ἐν τῇ κοιλότητι
13. παρὰ φύσιν ἔκτασιν τοσαύτην σχεῖν, ὡς ἐπιτρέψαι ποτὲ
14. ἐκπεσεῖν τῆς κατὰ φύσιν ἕδρας τὸν μηρόν. εἰ μὲν οὖν
15. ἀποῤῥαγέντος τοῦ συνδέσμου τὸν μηρὸν ἐππεσεῖν συμβαίνει,
16. κἂν ἐμβληθῇ, παραχρῆμα εἶναι κατὰ χώραν οὐ δυνήσεται.
17. καταντοῦς γὰρ οὔσης τῆς κοτύλης καὶ μεγάλου βάρους αὐτῆς
1. ἐκκεκραμένου τοῦ παντὸς σκέλους, ἑτοίμως αὖθις ὁ μηρὸς
2. ἐκστήσεται τῆς ἰδίας χώρας, ἥτις ἐν τῷ βαδίζειν ἐγχειρῆσαι
3. βραχὺ θᾶττον ἢ ὑπερβῆναί τι τῶν ἐν ποσὶν, ὡς
4. εἴ γέ τις ὀλίγην αὐτοῦ ποιοῖτο κίνησιν ἐφ’ ὁμαλοῦ ἐδάφους,
5. ἀεί ποτε δύναιτ’ ἂν οὕτω μόνος φυλάξαι τὴν κατὰ φύσιν θέσιν·
6. ἀλλ’ ἔοικεν ἀδύνατον τοῦτο. καὶ γὰρ εἰ μηδὲν ἄλλο δυνάμενός
7. γε πάντως ἐπαίρειν ἀναγκασθήσεται, ὡς ἐν ταῖς εἰς
8. πτύελον ἐμβάσεσιν. οὕτως μὲν οὖν ἡ φύσις τοῦ πράγματος
9. ἡμᾶς διδάσκει, μὴ δύνασθαι μεῖναι κατὰ χώραν τὸν μηρὸν
10. ἐμβληθέντα τοῦ συνδέσμου διασπασθέντος· καὶ γὰρ αὖ κἀκεῖνο
11. προσθεὶς ἄν τις ἀληθεύοι, τῇ μὲν κατὰ τὸ γόνυ διαρθρώσει
12. σύνδεσμοί τινὲς εἰσιν ἔξωθεν νευρώδεις, τῷ μηρῷ
13. δὲ μόνῳ εἶς οὗτος οὐδενὸς ἔξωθεν ἄλλου τοιούτου σφίγγοντος
14. τὴν διάρθρωσιν, οὔτε τῶν μυῶν· οὐδὲ γὰρ οὐδὲ παρὰ
15. τούτων ὀλίγη τίς ἐστι βοήθεια πρὸς τὸ μὴ ῥᾳδίως ἐκπίπτειν
16. τὰ ἄρθρα καὶ μάλισθ’ ὅταν ὦσιν εὐτραφεῖς τε καὶ σύντονοι,
17. καθάπερ οὔτε τοῖς γυμναστικοῖς καὶ τοῖς σφοδροτάτας
18. ἴσχουσι κατὰ τὰ παλαίσματα πληγάς τε καὶ πτώσεις καὶ
19. τάσεις καὶ περιστροφὰς τῶν ἄρθρων οὐκ ἐκπίπτει τὰ κῶλα,
1. διὰ τὸ πάντοθεν ἰσχυροῖς καὶ μεγάλοις σφίγγεσθαι μυσίν.
2. εἶπε δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης κατ’ ἀρχὰς τοῦδε τοῦ βιβλίου
3. καὶ τοῖς βουσὶ μάλιστα ἐκπίπτειν τὸ κατ’ ἰσχίον ἄρθρον,
4. ὅταν ὦσι γέροντές τε καὶ λεπτοὶ διαῤῥαγέντος τοῦ
5. κατὰ τὸν μηρὸν συνδέσμου, μένειν οὐχ οἷόν τε τῷ ἄρθρῳ
6. κατὰ χώραν, κἂν ἐμβληθῇ καὶ μάλιστα ἐπὶ τῶν ἰσχνῶν.
7. ἐφεξῆς οὖν ἴδωμεν, εἰ δι’ ὑγρότητα δαψιλῆ χαλασθεὶς ὁ σύνδεσμος
8. ἐπιτρέψοιεν ἐκπεσεῖν τῷ μηρῷ, κἄπειτα ἐμβληθείη,
9. τί συμβαίνειν εἰκός. ἐμοὶ μὲν δοκεῖ κἀνταῦθα πρόδηλον
10. εἶναι, μενούσης μὲν αὐτῆς τῆς ὑγρότητος αὖθις ὡς αὐτὸς
11. ἐκπέσῃ, ξηρανθείσης δὲ τὴν κατὰ φύσιν ἀσφάλειαν ἀπολήψεσθαι.
12. ὅτι δὲ δι’ ὑγρότητα συμβαίνει τὸν μηρὸν ἔξαρθρον
13. γίγνεσθαι καὶ παρ’ αὐτοῦ τοῦ Ἱπποκράτους μαθήσῃ γράφοντος
14. ἐν ἀφορισμοῖς ὧδε· ὅσοις ὑπὸ ἰσχιάδος ἐνοχλουμένοις
15. ἐξίσταται τὸ ἰσχίον καὶ πάλιν ἐμπίπτει, τούτοισι μύξα ἐπιγίγνεται.
16. μύξης οὖν ἀθροιζομένης ἐν τῇ διαρθρώσει, τουτέστιν
17. ὑγρῷ γλίσχρῳ διαβρεχόμενος ὁ σύνδεσμος χαλᾶται.
18. διαφέρει δ’ οὐδὲν εἴτε σύνδεσμον ὀνομάζειν αὐτὸν, εἴτε νεῦρον
1. συνδετικόν. ὅσοι γὰρ τῶν συνδέσμων εἰσὶ στρογγύλοι
2. κατὰ νεύρων ἰδέαν, ἔθος ἐστὶ τοῖς ἀνατομικοῖς νεῦρα συνδετικὰ
3. προσαγορεύειν αὐτούς· καὶ ἡμεῖς ἰασάμεθα δὶς ἤδη
4. τοιαύτην ἔκπτωσιν μηροῦ καὶ οὐκέτι ἐξέπεσε τοῦ λοιποῦ
5. χρόνου. προσήκει δὲ μέχρι πολλοῦ ξηραίνουσι φαρμάκοις
6. περιλαμβάνειν τὴν διάρθρωσιν ἄχρις ἂν αὐτάρκως ξηρανθῆναι
7. τὸ συνδετικὸν νεῦρον, ὡς μηκέτι συνεπεκτείνεσθαι
8. τῷ μηρῷ τὴν ὀφρὺν τῆς κοτύλης ὑπερβαίνοντι, κατέχειν
9. δὲ ἔνδον αὐτὸν ἐν τῇ κατὰ φύσιν θέσει. ὅτι δ’ ἐνίοτε μένει
10. βληθεὶς μάρτυς ἀξιοπιστότατος ὁ Ταραντῖνος Ἡρακλείδης
11. ἀνὴρ οὔθ’ ἕνεκα δόγματος κατασκευῆς ψευσάμενος, ὡς ἂν
12. οἱ πολλοὶ τῶν δογματικῶν ἐποίησαν, οὔτ’ ἀγύμναστος περὶ
13. τὴν τέχνην, ἀλλ’ εἴπερ τις καὶ ἄλλος ἱκανῶς τρίβων τῶν
14. ἔργων τῆς ἰατρικῆς. ἀκούσωμεν δ’ αὐτοῦ τῆς ῥήσεως, ἥν
15. ἔγραψεν ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς θεραπευτικῶν, αὐτοῖς
16. ὀνόμασιν οὕτως ἐχούσης. ὅσοι δὲ οἴονται μὴ μένειν μηρὸν
17. ἐμβληθέντα διὰ τὸ μὴ διασπᾶσθαι τὸ συνέχον νεῦρον πρὸς
18. τὴν κοτύλην τοῦ ἰσχίου τὸν μηρὸν, ἀγνοοῦσιν ἐν τῷ καθόλου
1. τρόπῳ τὴν ἀπόφασιν ποιούμενοι. οὐ γὰρ ἂν Ἱπποκράτης
2. καὶ Διοκλῆς ἀνέγραψαν ἐμβολὰς, ἔτι δὲ Φιλότιμος, Εὐήνωρ,
3. Νηλεὺς, Μόλπις, Νυμφόδωρος, ἄλλοι δέ τινες. ἡμεῖς
4. δ’ ἐπὶ δύο παιδίων ἐκρατήσαμεν τῆς προθέσεως. πολλάκις
5. τοί γε καὶ μᾶλλον ἐπὶ τῶν τελείων ὀλισθαίνει πάλιν τὸ ἄρθρον.
6. οὐκ ἐκ λόγου δὲ δεῖ τὸ πρᾶγμα κρίνειν, ἀλλ’ ἐπειδή
7. ποτε καὶ μένει, διαλαμβάνειν μὴ διὰ παντὸς ἀποσπασμὸν
8. γίνεσθαι τοῦ νεύρου, ἀλλὰ καὶ ἀποχαλᾶσθαι καὶ συστρέφεσθαι
9. πάλιν, ἐπειδὰν τοῦ ζητεῖν ἐστι χρήσιμον, ἀλλ’ οὐ
10. παντελῶς κοινόν. ἐπὶ τῷ τέλει τῆς ῥήσεως ὁ Ταραντῖνος
11. τοῦτο προσέγραψε φυλάττων τὴν ἑαυτοῦ προαίρεσιν ἐμπειρικὴν
12. οὖσαν. ἔστι δ’ αὐτῶν ἡ προαίρεσις ὅσα φανερῶς
13. ὦπται καὶ τὸ χρήσιμον ἤδη πρὸς τὴν τέχνην ἔχομεν ἐξ αὐτῶν
14. εἰπεῖν, ἄχρηστον ἐπὶ τούτων εἶναι τὴν τῆς αἰτίας ζήτησιν,
15. ἀλλὰ καὶ μετὰ τὸν Ἡρακλείδην ἄλλοι πολλοὶ τῶν
16. νεωτέρων γεγράφασιν ἐμβληθέντα μηρὸν ὑπ’ αὐτῶν ἄχρι
17. παντὸς μεμενηκέναι.

Cliquer un n° de page pour en afficher l’image