6. Εἶτα θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ περιναίου καὶ τῆς κεφαλῆς
7. τοῦ μηροῦ ἐξεστηκυίης, ἔπειτα συνάψαντα τὴν
8. ἑτέρην χεῖρα πρὸς τὴν διῃρημένην παραστάντα ὀρθὸν
9. παρὰ τὸ σῶμα τοῦ κρεμαμένου ἐξαπίνης ἐκκρεμασθέντα,
10. μετέωρον αἰωρηθῆναι ὡς ἰσοῤῥοπώτατον. αὕτη δὲ ἡ
11. ἐμβολὴ παρέχεται πάντα ὅσα χρὴ κατὰ φύσιν. αὐτό τε
12. γὰρ τὸ σῶμα κρεμάμενον τῷ ἑωυτοῦ βάρει κατάτασιν
13. ποιέεται, ὅ τε ἐκκρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀναγκάζει
14. ὑπεραιωρεῖσθαι τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς
15. κοτύλης, ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύειν καὶ
16. ἀναγκάζειν εἰς τὴν ἀρχαίην φύσιν ὀλισθαίνειν. χρὴ δὲ
17. παγκάλως μὲν τοῖσι δεσμοῖσιν ἐσκευάσθαι, φρονέοντα δὲ
18. ὡς ἰσχυρότατον τὸν ἐξαιωρούμενον εἷναι. ὡς μὲν οὖν καὶ
1. πρόσθεν εἴρηται, μέγα τὸ διαφέρον ἐστὶ τῶν φυσίων τοῖσιν
2. ἀνθρώποισιν ἐς τὸ εὐέμβλητα εἶναι καὶ δυσέμβλητα
3. καὶ διότι μέγα διαφέρει, εἴρηται πρόσθεν ἐν τοῖς περὶ
4. ὤμου.
6. Πλιχάδα μὲν ὀνομάζειν εἴωθεν ἅπαν τὸ μεταξὺ
7. τῶν βουβώνων ἑκατέρου σκέλους. ἐν ταύτῃ δὲ τῇ
8. πλιχάδι τὸ μέσον προσαγορεύει περίναιον, ὅπερ ἀπὸ τῆς
9. ἐκφύσεως αἰδοίου καθήκει πρὸς τὴν ἕδραν. ἐν αὐτῷ δὲ καὶ
10. τῆς κύστεως ὁ τράχηλος τέτακται· μεταξὺ δὲ τούτου γε
11. κατὰ τὸ μῆκος ἐν τῇ πλιχάδι μέσῃ καὶ τῆς τοῦ μηροῦ
12. κεφαλῆς ἀξιοῖ θέντα τὸν πῆχυν ἐπισυζεύξαντά τε τὴν ἑτέραν
13. χεῖρα, καθότι σαφῶς αὐτὸς ἔγραψεν ἐκκρεμασθῆναι
14. τὸν εἰς τὸ κάτω μέλλοντα τὴν κεφαλὴν ἐπισπάσαι τοῦ μηροῦ.
15. γενήσεται δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μοχλεία πρὸς
16. τὴν εἰς τὸ ἔξω μετάστασιν τοῦ ἄρθρου, χάριν τοῦ κατ’ εὐθὺ
17. γενέσθαι τῆς κοτύλης τοῦ ἰσχίου τὴν κεφαλὴν τοῦ μηροῦ.