2. Ἐνίοισι γὰρ ὁ μηρὸς ἐμπίπτει ἀπ’ οὐδεμιῆς παρασκευῆς,
3. ἀλλ’ ὀλίγης μὲν κατατάσιος, ὅσον τῇσι χερσὶ κατιθῦναι,
4. βραχείης δὲ κιγκλίσιος.
6. Ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἀῤῥενικῶς εἶπε κιγκλισμὸν,
7. οὕτω νῦν κίγκλισιν θηλυκῶς τὴν ἐπὶ βραχὺ γιγνομένην διακίνησιν.
8. αὐτὸς γὰρ τὸ διακινῆσαι ῥῆμα κατὰ τῆς βραχείας
9. κινήσεως, ἧσπερ μέμνηκε γράφων ἐμβολὴν ἐξηρθρηκυίας
10. γένυος.