Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.46, ed. Kühn, 1829, vol. 18a, p. 744-746. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.46


13. Χρὴ οὖν οὐ μόνον παρὰ τὸν πόδα τὰ δεσμὰ ἐξηρτῆσθαι,
14. ἀλλὰ καὶ ἄνωθεν τοῦ γούνατος, ὅκως μὴ κατὰ τὸ τοῦ
15. γούνατος ἄρθρον ἐν τῇ τανύσει ἡ ἐπίδεσις ἔῃ μᾶλλον ἢ
16. κατὰ τὸ τοῦ ἰσχίου ἄρθρον. οὕτω μὲν οὖν χρὴ τὴν κατάτασιν
17. τὴν πρὸς τὸ τοῦ ποδὸς μέρος ἐσκευάσθαι· ἀτὰρ
18. καὶ τὴν ἐπὶ θάτερα κατάτασιν μὴ μόνον ἐκ τῆς περὶ τὸ
19. στῆθος καὶ τὰς μασχάλας περιβολῆς ἀντιτείνεσθαι, ἀλλὰ
1. καὶ ἱμάντι μακρῷ, διπτύχῳ, ἰσχυρῷ, προσηνεῖ, παρὰ τὸν
2. περίναιον βεβλημένῳ παρατεταμένῳ ἐπὶ μὲν τὰ ὄπισθεν
3. παρὰ τὴν ῥάχιν, ἐπὶ δὲ τὰ ἔμπροσθεν παρὰ τὴν κληῖδα
4. προσηρτημένῳ τὴν ἀρχὴν τὴν ἀντικατατείνουσαν οὕτω
5. διαναγκάζεσθαι, τοῖσι μὲν ἔνθα διατεινομένοισι, τοῖσι δὲ
6. ἔνθα. ὅκως δὲ ὁ ἱμὰς ὁ παρὰ τὸν περίναιον μὴ ἐπὶ τῇ
7. κεφαλῇ τοῦ μηροῦ παρατεταμένος ἔσται, ἀλλὰ μεσηγὺ τῆς
8. κεφαλῆς ἐπὶ τοῦ περιναίου. ἐν δὲ τῇ κατατάσει κατὰ
9. μὲν τὴν κεφαλὴν τοῦ μηροῦ ἐρείσας τὴν πυγμὴν ἐς τὸ
10. ἔξω ὠθεέτω. ἢν δὲ μετεωρίζηται ἑλκόμενος, διέρσας τὴν
11. χεῖρα καὶ ἐπισυνάξας τῇ ἑτέρῃ χειρὶ ἅμα μὲν συγκατατεινέτω,
12. ἅμα δὲ ἐς τὸ ἕξω συναναγκαζέτω· ἄλλος δέ τις
13. τὸ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἡσύχως ἐς τὸ εἴσω μέρος
14. κατορθούτω.

16. Ἐκ τῶν ποδῶν κρεμαμένου τοῦ ἀνθρώπου καὶ τὴν κεφαλὴν
17. ἔχοντος κάτω, πᾶσι τοῖς ἄρθροις διατείνεσθαι συμβαίνει,
18. βουλόμεθα δὲ ἡμεῖς ἓν μόνον ἄρθρον τὸ κατὰ τοὺς
1. βουβῶνας τοῦτο πάσχειν. εἰκότως οὖν τοῦ γόνατος ἐπιβάλλειν
2. κελεύει δεσμὰ τῶν μηρῶν τὴν τάσιν ἄνω ποιούμενα·
3. μόνοις γὰρ τοῖς κατὰ τὴν κνήμην, ἐὰν ἐπιτρέψωμεν
4. ἀνέλκειν τὸ σκέλος οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον τῆς κατ’
5. ἰσχίον διαρθρώσεως ἔκτασιν εἶναι συμβήσεται τὴν κατὰ
6. γόνυ τοῖς τείνουσι δεσμοῖς οὖσαν ἐγγυτέρω.

Cliquer un n° de page pour en afficher l’image