Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.47, ed. Kühn, 1829, vol. 18a, p. 746-748. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.47


9. Εἴρηται δὲ καὶ πρόσθεν ὅτι ἐπάξιον ὅστις ἐν πόλει πολυανθρώπῳ
10. ἰητρεύει ξύλον κεκτῆσθαι τετράγωνον, ὡς ἑξάπηχυ
11. ἢ ὀλίγῳ μεῖζον, εὖρος δὲ ὡς δίπηχυ, πάχος δὲ ἀρκέει
12. σπιθαμιαῖον.

14. Ἐν τῷ περὶ ἀγμῶν εἰρήκει περὶ τοῦδε τοῦ μηχανήματος,
15. ὥστε κἀντεῦθεν ἐφέλκονται μαρτύριον ὧν λέγουσιν
16. ἔνιοι περὶ τοῦ γεγράφθαι μὲν ὑφ’ Ἱπποκράτους ἓν βιβλίον
17. ἐξ ἀρχῆς ἐπιγεγραμμένον κατ’ ἰητρεῖον, ὕστερον δὲ εἰς δύο
18. τμηθῆναι διὰ τὸ μέγεθος ἐπιγραφῆναί τε ἕτερον μὲν πρότερον
1. αὐτοῦ μέρος περὶ ἀγμῶν, τὸ δὲ δεύτερον περὶ ἄρθρων.
2. ὁποῖον δέ τι βούλεται τὸ μηχάνημα τοῦτ’
3. εἶναι δῆλόν ἐστι τοῖς τεθεαμένοις τὸ καλούμενον Ἱπποκράτειον
4. βάθρον· οὕτω γὰρ ἐκ πολλοῦ σύνηθες ὀνομάζειν αὐτὸ
5. τοῖς ἰατροῖς ἐστιν. ἔχουσι δὲ καὶ μιμήματα ταὐτοῦ μικρὰ
6. οἱ πολλοὶ καὶ χρῶνται τῷ πλείῳ πάνυ πολὺ καὶ μόνον ἐστὶν
7. αὔταρκες εἰς ἐμβολὰς ἄρθρων. εἰ δ’ ἄρα τις θέλει καὶ ἄλλοις
8. χρῆσθαι, πρὸς μὲν τὰς ὁδοιπορίας τὸ πολύσπαστον καλούμενον
9. ἐπιτήδειον, Ἀρχιμήδους δ’ αὐτό φασιν εὕρημα
10. εἶναι, πρὸς δὲ τὰς ἐν πόλει χρείας στάσιμον μὲν ἄξιον λόγου
11. τὸ τοῦ τέκτονος καλούμενόν ἐστιν ἢ τὸ τοῦ Ἀνδρέου,
12. ἐφέδρανον δὲ τουτὶ τὸ Ἱπποκράτους βάθρον, ὅ τινες τῶν
13. νεωτέρων ἰατρῶν, ἐπειδὴ ἐσκευάκασι ποικιλώτερον, ὥσπερ
14. καὶ τὴν μηχανικὴν ἄμβην. ἐφεξῆς οὖν αὐτῷ γράφοντι τὴν
15. κατασκευὴν τοῦ ὀργάνου προσέχετε τὸν νοῦν ἐφαρμόζοντες
16. ἃ λέγει τοῖς τεθεαμένοις, ἐφ’ ὃ τεθέασθε βάθρον. μόνη
17. γὰρ δεῖξις σαφηνίζει τὰ τοιαῦτα, καθάπερ εἴρηται καὶ πρόσθεν.
1. ἐπὶ μὲν οὖν τῶν ἀναγιγνωσκόντων παρ’ ἐμοὶ τὸ βιβλίον
2. ἑτοίμως ποιοῦμαι παρακειμένου τοῦ ὀργάνου πολλάκις
3. μὲν αὐτοῦ τοῦ μεγάλου, πολλάκις δὲ καὶ τῶν μιμημάτων
4. αὐτοῦ τινος ἃ διὰ ταύτην μόνην τὴν χρείαν κατασκευάζομεν,
5. ἵνα ἔχωμεν δεικνύναι τοῖς ἀναγιγνώσκουσιν. οὐ γὰρ
6. δὴ δι’ αὐτῶν ἐστιν ἐμβαλεῖν ἄρθρον, ἀλλὰ νῦν γε τοῦτο μὲν
7. ἀδύνατόν ἐστι πρᾶξαι. τὸ δ’ ἐξηγήσασθαί τι τῶν κατὰ
8. τὴν λέξιν ἀσαφῶν δυνατὸν, ὅπερ ἔν τε τοῖς ἔμπροσθεν
9. ἐποίησα, καὶ νῦν ἐν τοῖς ἐφεξῆς πράξω.

Cliquer un n° de page pour en afficher l’image