Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.5, ed. Kühn, 1829, vol. 18a, p. 671-673. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.5


12. Προσέχειν δὲ τῇ ἰητρείῃ. τοῖσι δὲ χρὴ ἀπωθέειν μὲν καὶ
13. κατορθοῦν τῆς κνήμης τὸ κατὰ τὸ σφυρὸν ὀστέον τὸ
14. ἔξωθεν ἐς τὸ εἴσω μέρος, ἀντωθέειν δὲ ἐς τὸ ἕξω μέρος
15. τὸ τῆς περόνης, τὸ κατ’ αὐτὴν τὴν ἴξιν, ὅπως ἀλλήλοις
16. ἀπαντήσῃ τὰ ὀστέα τὰ ἐξίσχοντα, κατὰ μέσον δὲ καὶ
17. πλάγιον τὸν πόδα. τοὺς δ’ αὖ δακτύλους ἀθρόους ξὺν
1. τῷ μεγάλῳ δακτύλῳ ἐς τὸ εἴσω μέρος ἐγκλίνειν καὶ περιαναγκάζειν
2. οὕτως.

4. Αὐτὸς ἐν τῷ περὶ ἀγμῶν εἶπεν· ἡ δὲ κνήμη δύο ὀστέα
5. ἐστὶ, πῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, πῇ
6. δὲ οὐ πολλῷ λεπτότερον, ἀλλὰ τοῖς τε μετ’ αὐτὸν εἰθίσθη
7. τὸ ἔξωθεν ὀνομάζειν περόνην. ταύτην οὖν ὠθεῖν ἔσω κελεύει
8. καὶ τοῦτο πράττοντα τὴν πτέρναν ἀντωθεῖν ἐκτὸς καὶ
9. μάλιστα αὐτῆς τὸ κατὰ τὴν ἴξιν, ὅπερ δηλοῖ τὴν εὐθυωρίαν,
10. ὡς πρὸς τὴν κνήμην δηλονότι τὴν ἐν τῷ κατὰ φύσιν ἐπικειμένην
11. αὐτῇ. πολλάκις δ’ ἔμπροσθεν ἤδη περὶ τοιούτου
12. τρόπου τῆς ἐμβολῆς εἶπεν ἁπάντων ὄντων κοινοῦ. χρὴ γὰρ
13. τὸ μὲν ἐξέχοντος τοῦ κατὰ φύσιν εἰς τὴν ἀρχαίαν χώραν
14. ἐπαναγαγεῖν, ὅπως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστᾶ. τὰ δ’
15. ἐφεξῆς εἰρημένα περὶ τῆς διαπλάσεως αὐτῶν ἱκανῶς ἐστι
16. σαφῆ τοῖς μεμνημένοις ὧν τ’ ἔμπροσθεν εἰς τοῦτο τὸ βιβλίον
17. εἴπομεν ἐξηγούμενοι καὶ ὧν ἔτι τούτου πρότερον εἰς
1. τὸ περὶ ἀγμῶν. εἰ δέ τι παρεμπίπτοι δοκοῦν ἀσαφέστερον
2. εἰρῆσθαι, περὶ μόνου τούτου ποιήσομαι τὸν λόγον.

Cliquer un n° de page pour en afficher l’image