8. Ἔπειτα ἀρκέει μὲν ἐν τῷ ἡμίσει τοῦ ξύλου, οὐδὲν δὲ κωλύει
9. καὶ διὰ παντὸς ἐντετμῆσθαι ὡς καπέτους μακρὰς
10. πέντε ἢ ἓξ διαλειπούσας ἀπ’ ἀλλήλων τέσσαρας δακτύλους.
11. αὐτὰς δὲ ἀρκέει εὖρος τριδακτύλους εἶναι καὶ βάθος
12. οὕτως.
14. Καπέτους μὲν οὐκ ὀλίγοι τῶν παλαιῶν εἰρήκασι τὰς
15. τάφρους. ὁ δὲ Ἱπποκράτης νῦν ἐκ μεταφορᾶς κέχρηται τῇ
16. προσηγορίᾳ τὰς ἐκτετμημένας τῷ βάθρῳ κοιλότητας ἑρμηνεῦσαι
17. βουλόμενος, ἕνεκα τοῦ στηρίζεσθαι κατ’ αὐτὰς τοὺς
18. μοχλοὺς, ἅς τινας κοιλότητας ἀξιοῖ μάλιστα μὲν ἐν τῷ ἡμίσει
19. τοῦ ξύλου, τουτέστι τῷ κάτω διαγλύψαι. κωλύειν δὲ
1. οὐδὲν ἐκ περιουσίας φησὶν, εἰ καὶ κατὰ τὸ ἄνω μέρος εἶεν·
2. οὐ μόνον γὰρ τὸ κατ’ ἰσχίον ἄρθρον ἐμβάλλουσιν ἡμῖν ἐστι
3. χρήσιμον τὸ νῦν ἑρμηνευόμενον ὄργανον, ἀλλὰ καὶ τὰ κατὰ
4. τοὺς σφονδύλους πάντα καὶ τὸν ὦμον. εἶναι δὲ χρὴ πλείους
5. ταύτας, ἐπειδὴ καὶ ταῖς ἡλικίας καὶ τοῖς μεγέθεσιν, ὅλῃ
6. τῇ σχέσει τοῦ σώματος ἀλλήλων διαφέρουσιν οἱ θεραπευόμενοι.
7. τὸ μέγεθος δ’ αὐτῶν ὁπηλίκον εἶναι κελεύει καὶ τὴν
8. διάστασιν, ἣν ἀλλήλων ἀπέχουσιν, αὐτὸς ἔγραψε σαφῶς.