11. Ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν χρὴ βαθυτέρην
12. ἐπὶ τετράγωνον ὡς τριῶν δακτύλων καὶ ἐς μὲν τὴν
13. καταγλυφὴν ταύτην, ὅταν δοκέῃ προσδεῖν ξύλον, ἐμπηγνύναι
14. ἐναρμόζον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον, ἐμπηγνύναι
15. δὲ ἐπήν ποτε δοκέει ξυμφέρειν, μεσηγὺ τοῦ περιναίου
16. καὶ τῆς κεφαλῆς τοῦ μηροῦ. τοῦτο τὸ ξύλον
17. ἑστεὸς κωλύει τὴν ἐπίδεσιν ἐπιδιδόναι τὸ σῶμα τοῖσι
1. πρὸς ποδῶν ἕλκουσιν. ἐνίοτε γὰρ ἀρκέει αὐτὸ τὸ ξύλον
2. τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος, ἐνίοτε δὲ καὶ κατατεινομένου
3. τοῦ σκέλεος ἔνθεν καὶ ἔνθεν αὐτὸ τὸ ξύλον
4. τοῦτο χαλαρὸν ἐγκείμενον ἢ τῇ ἢ τῇ ἐκμοχλεύειν ἐπιτήδειον
5. ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὸ ἔξω μέρος.
6. διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντέτμηνται, ὡς καθ’ ὁκοίην
7. ἂν αὐτέων ἁρμόσῃ ἐμβαλλόμενος ξύλινος μοχλὸς μοχλεύοι
8. ἢ παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων ἢ κατὰ τὰς κεφαλὰς
9. τελέως ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε ἐς τὸ ἔξω
10. μέρος συμφέρῃ ἐκμοχλεύεσθαι, ἤν τε ἐς τὸ εἴσω.
12. Ἐντετμῆσθαι βούλεταί τινα τοῦ βάθρου κοιλότητα
13. πρὸς ὑποδοχὴν ἐπιτηδείαν τοῦ μέλλοντος ἵστασθαι
14. κατ’ αὐτὸ ξύλον μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας
15. κεφαλῆς τοῦ μηροῦ. σαφῶς δὲ αὐτὸς ἐδήλωσε, τίνος ἕνεκα
16. ἵστησιν ἐν τῷ κατατείνειν τὸ ξύλον τοῦτο, καθάπερ καὶ
17. τἆλλα πάντα τὰ ἐφεξῆς ἃ λέγει. διὰ δὲ τοὺς νωθροτέρους
1. τὴν διάνοιαν οὐκ ὀκνήσω παράφρασιν τὴν αὐτὴν εἰπεῖν. τὸ
2. τοίνυν ξύλον τοῦτο μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας
3. τοῦ μηροῦ κεφαλῆς ὀρθὸν ἱστάμενον ἀντιστήριγμα γίνεται
4. τῇ κάτω τάσει. λέλεκται γὰρ ἤδη πολλάκις ἔμπροσθεν,
5. εἰ μή τις ἀντιτείνει πρὸς τὴν ἐναντίαν χώραν τοῦ
6. κατατεινομένου κώλου, συνακολουθῶν ὁ κάμνων ἐκλύσει τὴν
7. τάσιν. ἐργάζεται μὲν τοῦτο καὶ ἡ διὰ τῶν ἄνω βροχῶν
8. ἀντίτασις, ἀσφαλείας δὲ ἕνεκα καὶ τούτῳ τῷ ξύλῳ χρῆται
9. καὶ μέντοι καὶ μοχλεύει ποτ’ αὐτὸ ποιήσας τηνικαῦτα
10. χαλαρόν.