13. Καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν ξυμφέρῃ εἶναι, ἤν τε
14. πλάτος ἔχοντα, ἄλλος γὰρ ἄλλῳ τῶν ἄρθρων ἁρμόζει.
15. εὔχρηστος δέ ἐστιν ἐπὶ πάντων τῶν ἄρθρων ἐμβολῆς τῶν
16. κατὰ τὰ σκέλεα αὕτη ἡ μόχλευσις σὺν κατασείσει, περὶ
17. οὗ νῦν ὁ λόγος ἐστί· στρογγύλος ἁρμόζει ὁ μοχλὸς εἶναι
18. ἀπὸ τουτέων τῶν μηχανέων καὶ ἀναγκαῖον οὐδὲν ἄρθρον
1. μοὶ δοκέει οἶόν τε εἶναι, ἀπορηθῆναι τοῦ ἐμπεσεῖν. εὕροι
2. δ’ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου
3. ἐμβολῆς.
5. Αὐτὸς ἐφεξῆς ἐρεῖ στρογγύλῳ μὲν χρῆσθαι μοχλῷ
6. μοχλεύοντας ἔξω τὸν μηρὸν, ὅπερ αὐτῷ νῦν πρόκειται τὴν
7. ἔσωθεν μετάστασιν ἐμβάλλοντι κεφαλήν. ἐπὶ δὲ τῆς ἔξωθεν
8. μεθεστηκυίας τῷ πλατεῖ χρῆται μοχλῷ· νῦν μὲν γὰρ βούλεται
9. πορευθῆναι μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας
10. κεφαλῆς αὐτὸν ἄνωθέν πως μᾶλλον πειρωμένης τῆς κεφαλῆς
11. τιθέναι· κατὰ δὲ τὴν ἔξω μετάστασιν εὐρυχωρίας οὔσης
12. ἱκανῆς ἀσφαλεστέραν ἕξει περίβασιν ὁ πλατὺς μοχλὸς, ὡς
13. καὶ μετ’ ὀλίγον αὖθις εἰρήσεται κατὰ τὸν ἴδιον αὐτοῦ λόγον.