16. Εἰ γὰρ τὸ ξύλον τοῦτο τὸ μέγα ἔχει κατὰ μέσον καὶ ἐκ
17. πλαγίων φλιὰς δύο ποδιαίας, ὕψος δὲ ὅκως δοκέει ξυμφέρειν
1. τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον
2. ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ, ἔπειτα διέρσαι τὸ
3. ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν
4. ἄνωθεν τοῦ κλιμακτῆρος ἔχοι ἐναρμόσον. ἀτάρ τι πρὸς
5. τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον ᾗ ἐκπέπτωκε, ῥηΐδιον χρὴ
6. ἁρμόζειν. τὸν γὰρ κλιμακτῆρα ὑψηλότερον χρὴ ποιέειν
7. τοῦ μετρίου καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ ὑποτείνειν
8. ὑπὸ τὸ σῶμα.
10. Ὅτι μὴ μόνα τὰ τῶν ἀξόνων στηρίγματα φλιὰς
11. ὀνομάζει, δῆλον ἐκ τῆσδε τῆς ῥήσεως ἐποίησε. τῇ γὰρ κατὰ
12. τὸ μῆκος ὅλου τοῦ βάθρου μέσῃ χώρᾳ τέταταί τι ξύλον
13. ἐγκάρσιον, οἷον κλιμακτῆρα διατείνας ἀπὸ δεξιῶν ἐπὶ ἀριστερὰ
14. διῆκον, ὑπὲρ αὐτὸ κατατείνειν τὸ ἔξαρθρον σκέλος
15. οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ξύλου αὐτῷ προσῆχθαι κατὰ
16. μῆκος ἄνωθεν κάτω διῆκον, ὥστε μετ’ ἐκείνου τοῦ ξύλου τὸ
17. σκέλος ὑπὲρ τὸν κλιμακτῆρα καταναγκάζεσθαι. πρόδηλον δ’
18. ὅτι τὸ ὑγιὲς σκέλος ὑποκάτω τοῦ κλιμακτῆρος ἔχειν προσήκει
1. τὸν θεραπευόμενον ἐν τῇ μεταξὺ χώρᾳ τῶν φλιῶν· οὕτως
2. γὰρ ὠνόμασε τὰ στηρίγματα τοῦ κλιμακτῆρος ἓν ἑκατέρωθεν
3. ἐναρμόσας αὐτῷ τῷ βάθρῳ. δῆλον οὖν ὡς κατὰ μεταφορὰν
4. ἀπὸ τῶν κατὰ τὰς θύρας φλιῶν ὠνόμασε καὶ τὰς
5. κατὰ τὸ βάθρον ὡσαύτως.