Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.55, ed. Kühn, 1829, vol. 18a, p. 757-758. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.55


7. Κἄπειτα κατατεινομένου τοῦ σκέλεος εἴτε ξύλῳ ὑπεροειδέϊ
8. εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι
9. τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος
10. ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ. τὸν δέ τινα κατέχειν τὸν
11. ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον· καὶ γὰρ
12. οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεξαίροιτο τὴν κεφαλὴν
13. τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι
14. τὴν κεφαλὴν τοῦ μηροῦ εἰς τὴν ἀρχαίην φύσιν. αὗται πᾶσαι
15. αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ καὶ πᾶσαι κρείσσους τῆς ξυμφορῆς,
16. ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζοι. ὥσπερ δὲ καὶ
17. πρόσθεν εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων
18. καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει.

1. Ἀναταθέντος τοῦ μηροῦ περὶ τὸν κλιμακτῆρα
2. ταπεινότερον γίγνεται τὸ ἐκπεπτωκὸς ἄρθρον. ἐπιτήδειον
3. δὲ τοῦτο πρὸς τὴν ἐμβολήν ἐστιν, ἐπειδὴ ταπεινότερος νῦν
4. ἡ ὀφρὺς τῆς κοτύλης γέγονε τῆς κεφαλῆς τοῦ μηροῦ· καὶ
5. νῦν εἰ χωρὶς μὲν τῆς κοτύλης τὴν ὀφρὺν ὑπερβῆναι τὸ ἐκπεπτωκὸς
6. ἄρθρον οὐχ οἷόν τέ ἐστιν αὐτὸ πάλιν ἐμπεσεῖν,
7. ἀπεχώρισε δὲ ἀνωτέρω τῆς ὀφρύος, ἄριστον ἂν εἴη ταπεινὸν
8. αὐτὸ ποιήσαντα κατατείνειν. ἐξαρτῆσαι δὲ δηλονότι
9. δεῖ τοὺς κατατείνοντας αὐτῷ βρόχους ἤτοι ξύλου τινὸς ὑπεροειδοῦς
10. ἀντιστηριζομένου τῷ κάτω πέρατι πρὸς ἑδραῖόν τι
11. κατὰ τοὔδαφος κείμενον· εἰ δὲ μὴ διὰ τοῦ τοιούτου ξύλου
12. βούλοιο τὴν κατανάγκασιν ποιεῖσθαι, τῷ πρὸς τῶν ποδῶν
13. ἄξονι τοῦ βάθρου περιβαλεῖν τὰ πέρατα τῶν κατατεινόντων
14. ἱμαντίων. τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ φάναι εἴτε τούτων
15. τινὶ, εἴτε τῶν κατατασίων, λέγων τούτων δηλονότι τῶν προειρημένων
16. πρὸς διαστολὴν τοῦ ὑπεροειδοῦς ξύλου. τὰ δ’
17. ἐφεξῆς τῆς ῥήσεως τῆσδε δῆλα.

Cliquer un n° de page pour en afficher l’image