2. Ἢν δὲ ἐς τὸ ἔξω ἡ κεφαλὴ τοῦ μηροῦ ὀλισθῇ, τὰς μὲν κατατάσιας
3. ἔνθα καὶ ἔνθα χρὴ ποιέεσθαι, ὥσπερ εἴρηται
4. τοιουτοτρόπως. τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν
5. χρὴ ἅμα τῇ κατατάσει ἐκ τοῦ ἔξω μέρους ἐς τὸ
6. εἴσω ἀναγκάζοντα, κατά τε αὐτὸν ἤδη τὸν γλουτὸν τιθέμενον
7. τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω. ἐπὶ δὲ τὸ ὑγιὲς
8. ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις τῇσι χερσὶν,
9. ὡς μὴ ὑπείκῃ τὸ σῶμα ἢ ἑτέρῳ τινὶ τοιούτῳ μοχλῷ
10. ὑπερβάλλων καὶ ἐρείσας ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν
11. ἀντικατασχέτω. τοῦ δὲ μηροῦ τοῦ ἐξηρθρηκότος τὸ παρὰ
12. τὸ γόνυ εἴσωθεν ἔξω παραγέτω ἡσύχως. ἡ δὲ κρέμασις
13. οὐχ ἁρμόσει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος τοῦ ἄρθρου·
14. ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν
15. κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. τὴν μέντοι ξὺν τῷ
16. ὑποκειμένῳ ξύλῳ μόχλευσιν μηχανήσαιτ’ ἄν τις, ὥστε
17. ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἔξωθεν
18. προσαρτέον. ἀλλὰ τί καὶ δεῖ πλείω λέγειν; ἢν γὰρ ὀρθῶς
1. μὲν καὶ εὖ κατατείνηται, ὀρθῶς δὲ μοχλεύηται, τί
2. οὐκ ἂν ἐμπέσοι ἄρθρον οὕτως ἐκπεπτωκός;
4. Ἐὰν κατατείνῃ τις ἰσχυρῶς τὸ σκέλος οὐδὲ
5. τῆς διὰ τοῦ ξύλου μοχλείας ἐστὶ χρεία. καὶ γὰρ αἱ χεῖρες
6. ἡμῶν ἱκαναὶ περιλαβοῦσαι κατὰ τὸν γλουτὸν ἔξωθεν ὅλον
7. τὸ πέρας τοῦ μηροῦ πρὸς τὴν ἔσω χώραν ἀπῶσαι, μέχρις
8. ἂν κατ’ εὐθὺ γένηται τῆς κοτύλης. εὔδηλον δὲ ὅτι στρογγύλος
9. μοχλὸς ἀνεπιτήδειός ἐστιν εἰς τὴν τοιαύτην μοχλείαν,
10. ὅπου γε καὶ ὁ πλατὺς ἐνδεής ἐστιν, εἰ μὴ τοιοῦτος εἴη καθ’
11. ἃ περιλαμβάνει τὸν γλουτὸν, ὁποίαν ἐκέλευσε ποιεῖν ἡμᾶς
12. τὴν καλουμένην ἄμβην. αὐτὸς γοῦν εἴρηκε κατὰ λέξιν, ὡς
13. κατ’ αὐτόν γε τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγον
14. ἀνωτέρω, οὕτως ἐπιχειρεῖν χρὴ τῇ μοχλείᾳ. τοῦτο δὲ τὸ
15. ὀλίγον ἀνωτέρω σιμοτέρου δεῖται τοῦ περιλαμβάνοντος οὐκ
16. εὐθέως ἀκριβῶς. τὰ δ’ ἐφεξῆς πάντα δῆλα καὶ τῆσδε τῆς
17. ῥήσεως.