2. Ἢν δὲ ἐς τοὔπισθεν μέρος ἐκπεπτώκῃ ὁ μηρὸς, τὰς μὲν
3. κατατάσιας καὶ ἀντιτάσιας, οὕτω δεῖ ποιέεσθαι καθάπερ
4. εἴρηται. ἐπιστορέσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον,
5. ὡς μαλακώτατον ἔῃ, πρηνέα κατακλίναντα τὸν
6. ἄνθρωπον οὕτω κατατείνειν, ἅμα δὲ τῇ κατατάσει χρὴ
7. τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον, ὡς τὰ ὑβώματα
8. κατ’ ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα καὶ
9. μᾶλλον ἐς τὸ κάτω μέρος ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων· καὶ
10. ἡ ἐντομὴ ἐν τῷ τοίχῳ τῇ σανίδι μὴ εὐθεῖα ἔστω, ἀλλ’
11. ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος· αὕτη ἡ ἐμβολὴ
12. κατὰ φύσιν μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός
13. ἐστι καὶ ἅμα ἰσχυροτάτη. ἀρκέσειε δ’ ἂν ἴσως
14. ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα ἢ τῇσι χερσὶν ἐρεισάμενον
15. ἢ ἐπιβάντα ἐξαπίνης ὁμοίως ἐπαιωρηθῆναι ἅμα
16. τῇ κατατάσει. ἄλλη δὲ οὐδεμίη ἐμβολὴ τῶν προειρημένων
17. κατὰ φύσιν ἐστὶ τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος.
1. Καὶ τὰ περὶ τοῦ τρόπου τούτου τῆς ἐκπτώσεως εἰρημένα
2. πάντ’ ἐστὶ σαφῆ τοῖς μεμνημένοις τῶν προειρημένων.
3. ἀξιοῖ γὰρ οὐχ ὡς τοὺς προτέρους, οὕτω καὶ τοῦτον ὕπτιον
4. κατακλίνειν, ἀλλ’ ἐπὶ τὴν γαστέρα· τοῦτο γὰρ δηλονότι τὸ
5. πρηνές ἐστι σχῆμα. κατατείναντα δὲ ἰσχυρῶς ἐκ τῶν ὀπίσω
6. μερῶν εἰς τὸ πρόσω χρὴ τὸ ἄρθρον ὠθεῖν. ἐν δὲ τῇ νῦν
7. κατακλίσει τὸ μὲν ὀπίσω μέρος ἄνωθεν γίνεται, τὸ πρόσω
8. δὲ ὑποκάτω τούτου. διὸ προσήκει τὸν ἐμβάλλοντα καταναγκάζειν
9. εἰς τὸ κάτω τὴν κεφαλὴν τοῦ μηροῦ καὶ τοῦθ’
10. ἱκανώτατον μὲν ἡ διὰ τῆς σανίδος σήπωσις ἐργάζεται. δύναιτο
11. δ’ ἄν τις αὐτὸ καλῶς πρᾶξαι κατ’ αὐτὴν τὴν ἐξοχὴν
12. ἐπικαθίσας μετὰ τοῦ προσεμβληθῆναι βιαίως· ἀλλ’ ἐὰν
13. τὸ τῆς ἰδίας πυγῆς ἐξέχον, ἐρείσει κατὰ τῆς ἐξηρθρηκυίας
14. κεφαλῆς, οὐδὲν ὀνήσει τὸν κάμνοντα. δεῖται τοίνυν τοῦτο
15. τὸ ἔργον ἀνδρὸς ἐπιμελοῦς τε καὶ συνετοῦ.