Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 4.59, ed. Kühn, 1829, vol. 18a, p. 763-765. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:4.59


18. Εὐδοκιμέει δὲ καὶ ὁ πειραθεὶς ἀσκῷ τοῦτο τὸ ἄρθρον
19. ἐμβαλέσθαι. καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ
1. φαυλότητος καὶ τὰ ἔξω ἐγκεκλιμένα καὶ τὰ ὄπισθεν ἀσκῷ
2. ἐπειρῶντο ἐμβαλεῖν, οὐ γινώσκοντες ὅτι ἐξέβαλλον αὐτὸ μᾶλλον
3. ἢ ἐνέβαλλον. ὁ μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς
4. τὰ εἴσω ὠλισθηκότα ἀσκῷ ἐμβάλλειν ἐπειρήσατο, ἐπίστασθαι
5. μὲν οὖν χρὴ, ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρείσσω ἐστί.
6. χρὴ δὲ τὸν μὲν ἀσκὸν κατατιθέναι ἐς τοὺς μηροὺς ἀφύσητον
7. ἐόντα, ὡς ἂν δύναιτο ἀνωτάτω πρὸς τὸν περίναιον
8. ἀνάγοντα. ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον ταινίῃ
9. πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι, ἄχρι τοῦ ἡμίσεος
10. τῶν μηρῶν, ἔπειτα ἐς ἕνα τῶν πολλῶν τὸν λελυμένον ἐνθέντα
11. αὐλὸν ἐκ χαλκείου φυσᾶν καὶ ἐσαναγκάζειν ἐς τὸν
12. ἀσκὸν, τὸν δὲ ἄνθρωπον πλάγιον κατακέεσθαι τὸ σιναρὸν
13. σκέλος ἐπιπολῆς ἔχοντα. ἡ μὲν οὖν παρασκευὴ αὕτη ἐστί·
14. σκευάζονται δὲ κάκιον οἱ πλεῖστοι ἢ ὡς ἐγὼ εἴρηκα· οὐ
15. γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνὸν, ἀλλὰ μοῦνον τὰ
16. γούνατα καὶ οὐ προσκατατείνουσι. χρὴ δὲ καὶ προσκατατείνειν,
17. ὅμως δὲ ἤδη τινὲς ἐνέβαλον, ῥηϊδίου
1. πράγματος ἐπιτυχόντες. εὐφόρως δὲ οὐ πάνυ ἔχει διαναγκάζεσθαι
2. οὕτως. ὅ τε γὰρ ἀσκὸς ἐμφυσώμενος οὐ τὰ
3. ὀγκηρότατα αὐτοῦ ἔχει πρὸς τῷ ἄρθρῳ τῆς κεφαλῆς, ἣν δεῖ
4. μάλιστα ἐκμοχλεύσασθαι, ἀλλὰ κατὰ τὸν ἑωυτὸν, αὐτὸς μέσος
5. καὶ τῶν μερῶν ἴσως ἢ κατὰ τὸ μέσον ἢ ἔτι κατωτέρω. οἵ τε
6. αὖ μηροὶ γαυσοὶ πεφύκασιν· ἄνωθεν γὰρ σαρκώδεές τε καὶ
7. ξύμμηροι, ἐς δὲ τὸ κάτω ὑπόξηροι, ὥστε καὶ ἡ τῶν μηρῶν
8. φύσις ἐπαναγκάζει τὸν ἀσκὸν ἀπὸ τοῦ ἐπικαιροτάτου
9. χωρίου· εἴτε οὖν τις μικρὸν ἐνθήσει τὸν ἀσκὸν, μικρὴ ἡ
10. ἰσχὺς ἐοῦσα ἀδύνατόν ἐστιν ἀναγκάζειν τὸ ἄρθρον. εἰ
11. δὲ δεῖ ἀσκῷ χρέεσθαι ἐπὶ πολὺ οἱ μηροὶ ξυνδετέοι πρὸς
12. ἀλλήλους καὶ ἅμα τῇ κατατάσει τοῦ σώματος ὁ ἀσκὸς
13. φυσητέος. τὰ δὲ σκέλεα ἀμφότερα ὁμοῦ καταδεῖν ἐν τούτῳ
14. τῷ τρόπῳ τῆς ἐμβολῆς ἐπὶ τὴν τελευτήν.

16. Καὶ τὸν διὰ τοῦ ἀσκοῦ τρόπον τῆς ἐμβολῆς οὐκ ἐπαινῶν,
17. ὅμως ὡς ἄν τις ἄριστα καὶ τούτῳ χρήσαιτο διδάσκει, σαφῶς
18. ἅπαντα διερχόμενος.

Cliquer un n° de page pour en afficher l’image