5. Ἐπιδεῖν δὲ κηρωτῇ ἐῤῥητινωμένῃ εὖ καὶ σπλήνεσι καὶ ὀθονίοισι
6. μαλθακοῖσι, μὴ ὀλίγοισι μηδὲ ἄγαν πιέζοντα.
8. Τοῖς διαπλασσομένοις μέρεσιν ἐπιτήδειός
9. ἐστι τὴν ῥητίνην ἔχουσα κηρωτὴ, διότι συνέχεται
10. μᾶλλον τῷ δέρματι καὶ τὰ ὀθόνια καὶ ξηραίνεται μᾶλλον
11. τὰ σώματα. ἐκ μὲν οὖν τοῦ συνέχεσθαι τὸ φυλάττεσθαι
12. τὴν διάπλασιν ἀμετακίνητον ὑπάρξει τοῖς θεραπευομένοις
13. μορίοις, ἐκ δὲ τοῦ ξηραίνεσθαι τὸ πήγνυσθαί τε καὶ κρατύνεσθαι.
14. τοῦτο δ’ αὐτὸ μόνιμον αὐτοῖς φυλάξει τὴν διάπλασιν.
15. ὀθονίοις δὲ χρῆσθαι κελεύει μαλθακοῖς μὲν διὰ
16. τὴν μαλθακότητα τῶν σωμάτων, ἣν ἐκ τῆς ἡλικίας ἔχει τὰ
17. βρέφη. περιβεβλημένοις δὲ ἀτρέμα φυλαττόμενος τὴν ἐκ τῆς
18. βιαίας περιβολῆς θλῖψιν αὐτῶν καὶ μάλισθ’ ὅταν ἐπὶ μαλακῶν
1. γίνωνται σωμάτων. ὅτι δὲ ἧττον πιέζεσθαι κελεύει,
2. διὰ τοῦτο πλέοσι χρῆσθαι τοῖς ὀθονίοις ἀξιοῖ· τὴν γὰρ
3. ἀσφάλειαν τῆς ἐπιδέσεως ἔφασκεν ἢ πίεσιν ἢ πλῆθος τῶν
4. ὀθονίων γίγνεσθαι.