5. Τοῦτο μὲν ἢν τὰ δεσμὰ τὰ ἱμάντινα μὴ παρείη τὰ μαλθακὰ
6. καὶ προσηνέα, ἀλλ’ ἢ σιδήρεα ἢ ὅπλα ἢ σχοινία ταινίῃσι
7. χρὴ ἢ ἐῤῥήγμασι τρυχίων ἐρινεῶν περιελίσσειν ταύτῃ
8. μάλιστα, εἰ μέλλοι τὰ δεσμὰ καθέξειν καὶ ἔτι ἐπὶ πλέον
9. ἔπειτα οὕτω δεῖν τοῖσι δεσμοῖσι.
11. Τὰ κατὰ τὴν ναῦν σχοινία καλοῦσιν ὅπλα, δηλοῖ δὲ τοῦτο
12. καὶ ὁ ποιητὴς εἰπών·
13. Κεῖτο δ’ ὑπ’ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης.
14. Δῆλον οὖν ὅτι νῦν ὁ Ἱπποκράτης εἴρηκεν ὅπλα μὲν ἰδίως
15. τὰ ἐν τῇ νηῒ σχοινία. τὰ δὲ ἔξω τῆς νηὸς ἐν ταῖς πόλεσι
16. καὶ κατ’ ἀγρὸν διὰ τῆς κοινῆς προσηγορίας ἐδήλωσε τῆς
17. σχοινία.