7. Οὕτω δὲ τὰς περιαγωγὰς ποιέεσθαι τῆς ἐπιδέσιος, ὥσπερ
8. καὶ τῇσι χερσὶν ἡ κατόρθωσις ἦν τοῦ ποδὸς, ὅκως ὁ ποὺς
9. ὀλίγον μᾶλλον ἐς τὸ βλαισσὸν ῥέπων φαίνηται.
11. Καὶ τοῦτο κοινὸν ἁπάσης ἐπανορθώσεως ἄρθρων τε
12. καὶ καταγμάτων ἐστὶ παράγγελμα πολλάκις ὑπ’ αὐτοῦ παρῃνημένον.
13. οὐ βούλεται γὰρ ἐν ταῖς ἐπανορθώσεσι τὰ διαπλαττόμενα
14. πρὸς τὸ κατὰ φύσιν ἀκριβῶς ἀχθέντα καταλιπεῖν
15. αὐτόθι. κελεύει μὲν περιβάλλειν ὀλίγον ὅτι ὡς ἐκ
16. τούτου τὴν πολυχρόνιον αὐτῶν ῥοπὴν ἐπὶ τὴν διαστροφὴν
17. ἀντισπῶντες ἐν τῷ μέσῳ καταστήσωμεν, ὅπερ ἦν τὸ κατὰ
18. φύσιν ἀκριβῶς. εἰ γὰρ ἐν τούτῳ διαπλάττοντες καταλείπομεν,
1. ἐπὶ τὴν πολυχρόνιον διαστροφὴν ὑποῤῥεῖ τὰ μόρια.
2. δῆλον δ’ ὅτι καὶ τοῦτο παράγγελμα ἐν τῷ γενικωτάτῳ πάντων
3. ὑποπέπτωκε θεραπευτικῷ σκοπῷ, καθ’ ὃν ἔφασκε τὰ
4. ἐναντία τῶν ἐναντίων ἰήματα εἶναι, μήτε τὰ κατεψυγμένα
5. θερμαινόντων ἡμῶν τῇ μετρίᾳ θερμασίᾳ, μήτε τὰ θερμαινόμενα
6. μετρίως ψυχόντων, ἀλλ’ εἰς τοσοῦτον ἐπέκεινα τῆς
7. μεσότητος εἰς τἀναντία προχωρούντων, ὅσον ἀπεχώρησεν
8. αὐτῆς τὸ πάθος ἐπὶ θάτερον· καὶ νῦν οὖν ἐπεὶ μὲν πάθος
9. ᾖ ἡ κύλλωσις ἐναντία βλαισσώσει διὰ πάντων τῷ λόγῳ, τὸ
10. κῶλον ὁ Ἱπποκράτης πρὸς τὸ βλαισσὸν ἀξιοῖ ῥέπειν ἐπέκεινα
11. δηλονότι τῶν κατὰ φύσιν ἀκριβῶς ὄντων.