6. Προσεπιδεῖν δὲ μὴ πρὸς τὸν χρῶτα τιθέντα, ἀλλ’
7. ὅταν ἤδη τοῖσιν ὑστάτοισιν ὀθονίοισι μέλλῃς ἐπιδέειν.
8. Ὅταν δὲ ἤδη ἐπιδεδεμένος ἔῃ, ἑνός τινος τῶν ὀθονίων
9. χρὴ, οἷσιν ἐπιδέεται, τὴν ἀρχὴν προσράψαι πρὸς τὰ κάτω
10. τοῦ ποδὸς ἐπιδέσματα κατὰ τὴν ἴξιν τοῦ μικροῦ δακτύλου,
11. ἔπειτα ἐς τὸ ἄνω τείνοντα, ὅκως ἢν δοκέῃ μετρίως
12. ἔχειν, περιβάλλειν ἄνωθεν τῆς γαστροκνημίης, ὡς μόνιμον
13. ᾖ κατατεταγμένον οὕτως. ἁπλῷ δὲ λόγῳ ὥσπερ κηροπλαστέοντα
14. χρὴ ἐς τὴν φύσιν τὴν δικαίην ἄγειν καὶ
15. τὰ ἐκκεκλιμένα καὶ τὰ συντεταμένα τὴν φύσιν καὶ τῇσι
16. χερσὶν οὕτω διορθοῦντα καὶ τῇ ἐπιδέσει ὡσαύτως. προσάγειν
17. δὲ οὐ βιαίως, ἀλλὰ παρηγορικῶς.
19. Ἐκ τοῦ κατὰ τὸν μικρὸν δάκτυλον χωρίου, τουτέστι
20. τῶν ἐκτὸς τοῦ ποδὸς τὴν ἄρτησιν ποιεῖται πρὸς τὴν γαστροκνημίαν,
1. ἐπειδὴ κεκυλλωμένον πόδα θεραπεύει, βεβλαισσωμένον
2. δ’ εἴπερ ἐθεράπευε, πάλιν ἂν ἐποίησε τὴν ἀνάρτησιν.
3. ἐπὶ τἀναντία γὰρ χρὴ περιῤῥέειν τὸν πόδα τῇ διαστροφῇ
4. ὡς τὰ μὲν εἰς τὴν ἔξω χώραν διεστραμμένα εἰς τὴν
5. ἐντὸς ἐπιστρέψαι, τὰ δ’ ἔσω τὴν μετάστασιν πεποιημένα
6. καὶ ταῦτα πρὸς τὸν ἐναντίον ἀπάγειν τόπον.